17
Διοδεύσαντες δὲ τὴν*Ἀμφίπολιν καὶτὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπουἦνσυναγωγὴ τῶν Ἰουδαίων. κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν. καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνωνπλῆθος πολὺ§ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι* τῶν ἀγοραίωνἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖν§εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺςἔσυρον*Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέαἕτερον λέγοντες εἶναι Ἰησοῦν. ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα, καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέωςδιὰνυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴντῶν Ἰουδαίων ἀπῄεσαν§· 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸ* λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντεςκαὶ ταράσσοντες τοὺς ὄχλους. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαιἕωςἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε§ τε Σιλᾶς καὶ Τιμόθεος ἐκεῖ. 15 οἱ δὲ ⸀καθιστάνοντες*τὸν Παῦλονἤγαγονἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸνΣιλᾶν καὶτὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντος§κατείδωλον οὖσαν τὴν πόλιν. 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 τινὲς δὲ καὶ*τῶν Ἐπικουρείωνκαὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19 ἐπιλαβόμενοίτεαὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς καινὴ αὕτη ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναιτίνα θέλει ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν §λέγειν τι* ἀκούειντι καινότερον.
22 ΣταθεὶςδὲΠαῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀οὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτο§ἐγὼ καταγγέλλω ὑμῖν. 24  θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆςὑπάρχων κύριος* οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνωνθεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴνκαὶ τὰ πάντα· 26 ἐποίησέν τε ἐξἑνὸς§πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶπαντὸς προσώπου* τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸνθεὸνεἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν. 29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἀργύρῳ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν θεὸς τὰ νῦνπαραγγέλλειτοῖς ἀνθρώποιςπάντας§πανταχοῦ μετανοεῖν, 31 καθότι*ἔστησεν ἡμέραν ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σουπερὶ τούτου καὶ πάλιν. 33 οὕτως Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
* 17:1 τὴν WH Treg NA28 ] – RP 17:1 ἦν WH Treg NA28 ] + ἡ RP 17:3 ὁ χριστός, ὁ WH NA28 ] χριστός Treg; ὁ χριστός RP § 17:4 πλῆθος πολὺ WH Treg NA28 ] πολὺ πλῆθος RP * 17:5 ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι WH Treg NA28 ] Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP 17:5 ἄνδρας τινὰς WH Treg NA28 ] τινὰς ἄνδρας RP 17:5 καὶ ἐπιστάντες WH Treg NA28 ] ἐπιστάντες τε RP § 17:5 προαγαγεῖν WH Treg NA28 ] ἀγαγεῖν RP * 17:6 ἔσυρον WH Treg NA28 ] + τὸν RP 17:7 ἕτερον λέγοντες WH Treg NA28 ] λέγοντες ἕτερον RP 17:10 διὰ WH Treg NA28 ] + τῆς RP § 17:10 τῶν Ἰουδαίων ἀπῄεσαν WH Treg NA28 ] ἀπῄεσαν τῶν Ἰουδαίων RP * 17:11 τὸ WH RP ] – Treg NA28 17:13 καὶ ταράσσοντες WH Treg NA28 ] –RP 17:14 ἕως WH Treg NA28 ] ὡς RP § 17:14 ὑπέμεινάν τε WH Treg NA28 ] ὑπέμενον δὲ RP * 17:15 καθιστάνοντες WH Treg NA28 ] καθιστῶντες RP 17:15 ἤγαγον WH Treg NA28 ] + αὐτὸν RP 17:15 τὸν WH Treg NA28 ] – RP § 17:16 θεωροῦντος WH Treg NA28 ] θεωροῦντι RP * 17:18 καὶ WH Treg NA28 ] + τῶν RP 17:19 τε NA28 RP ] δὲ WH Treg 17:20 τίνα θέλει WH Treg NA28 ] τί ἂν θέλοι RP § 17:21 ἢ WH Treg NA28 ] καὶ RP * 17:21 τι WH Treg NA28 ] – RP 17:22 δὲ WH Treg ] + ὁ NA28 RP 17:23 ὃ WH Treg NA28 ] Ὃν RP § 17:23 τοῦτο WH Treg NA28 ] τοῦτον RP * 17:24 ὑπάρχων κύριος WH Treg NA28 ] κύριος ὑπάρχων RP 17:25 ἀνθρωπίνων WH Treg NA28 ] ἀνθρώπων RP 17:25 καὶ τὰ WH Treg NA28 ] κατὰ RP § 17:26 ἑνὸς WH Treg NA28 ] + αἵματος RP * 17:26 παντὸς προσώπου WH Treg NA28 ] πᾶν τὸ πρόσωπον RP 17:27 θεὸν WH Treg NA28 ] κύριον RP 17:30 παραγγέλλει Treg NA28 RP ] ἀπαγγέλλει WH § 17:30 πάντας WH Treg NA28 ] πᾶσιν RP * 17:31 καθότι WH Treg NA28 ] διότι RP 17:32 περὶ τούτου καὶ πάλιν WH Treg NA28 ] πάλιν περὶ τούτου RP 17:33 οὕτως WH Treg NA28 ] Καὶ οὕτως RP