18
Μετὰ*ταῦταχωρισθεὶςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸδιατεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίουςἀπὸ§τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο* ἦσαν γὰρ σκηνοποιοὶτῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος, συνείχετο τῷλόγῳ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοιςεἶναι§τὸν χριστὸν Ἰησοῦν. ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. καὶ μεταβὰς ἐκεῖθενεἰσῆλθεν*εἰς οἰκίαν τινὸς ὀνόματι ⸀ΤιτίουἸούστου σεβομένου τὸν θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. εἶπεν δὲ κύριοςἐν νυκτὶ διʼ ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11 ἐκάθισενδὲ§ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. 12 Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος* τῆς Ἀχαΐας κατεπέστησανὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμονἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰμὲν§ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15 εἰ δὲζητήματά*ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴςἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 ἐπιλαβόμενοι δὲπάντεςΣωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνιἔμελεν§ 18  δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενοςἐν Κεγχρεαῖς τὴν κεφαλήν*, εἶχεν γὰρ εὐχήν. 19 κατήντησανδὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴνδιελέξατοτοῖς Ἰουδαίοις. 20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνονμεῖναι§οὐκ ἐπένευσεν, 21 ἀλλὰ ἀποταξάμενος καὶ*εἰπώνΠάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζων§πάντας τοὺς μαθητάς. 24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦἸησοῦ* ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. 26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦΠρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴνὁδὸν τοῦ θεοῦ. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.
* 18:1 Μετὰ WH Treg NA28 ] + δὲ RP 18:1 χωρισθεὶς WH Treg NA28 ] + ὁ Παῦλος RP 18:2 διατεταχέναι WH Treg NA28 ] τεταχέναι RP § 18:2 ἀπὸ WH Treg NA28 ] ἐκ RP * 18:3 ἠργάζετο Treg NA28 RP ] ἠργάζοντο WH 18:3 τῇ τέχνῃ WH Treg NA28 ] τὴν τέχνην RP 18:5 λόγῳ WH Treg NA28 ] πνεύματι RP § 18:5 εἶναι WH Treg NA28 ] – RP * 18:7 εἰσῆλθεν NA28 ] ἦλθεν WH Treg RP 18:7 Τιτίου WH Treg NA28 ] – RP 18:9 ἐν νυκτὶ διʼ ὁράματος WH Treg NA28 ] διʼ ὁράματος ἐν νυκτὶ RP § 18:11 δὲ WH Treg NA28 ] τε RP * 18:12 ἀνθυπάτου ὄντος WH Treg NA28 ] ἀνθυπατεύοντος RP 18:12 ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NA28 RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH 18:13 ἀναπείθει οὗτος WH Treg NA28 ] οὗτος ἀναπείθει RP § 18:14 μὲν WH Treg NA28 ] + οὖν RP * 18:15 ζητήματά WH Treg NA28 ] ζήτημά RP 18:15 κριτὴς WH Treg NA28 ] + γὰρ RP 18:17 πάντες WH Treg NA28 ] + οἱ Ἕλληνες RP § 18:17 ἔμελεν WH Treg NA28 ] ἔμελλεν RP * 18:18 ἐν Κεγχρεαῖς τὴν κεφαλήν WH Treg NA28 ] τὴν κεφαλήν ἐν Κεγχρεαῖς RP 18:19 κατήντησαν WH Treg NA28 ] Κατήντησεν RP 18:19 διελέξατο WH Treg NA28 ] διελέχθη RP § 18:20 μεῖναι WH Treg NA28 ] + παρʼ αὐτοῖς RP * 18:21 ἀλλὰ ἀποταξάμενος καὶ WH Treg NA28 ] ἀλλʼ ἀπετάξατο αὐτοῖς RP 18:21 εἰπών WH Treg NA28 ] + Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα RP 18:21 Πάλιν WH Treg NA28 ] + δὲ RP § 18:23 στηρίζων WH Treg ] ἐπιστηρίζων NA28 RP * 18:25 Ἰησοῦ WH Treg NA28 ] κυρίου RP 18:26 Πρίσκιλλα καὶ Ἀκύλας WH Treg NA28 ] Ἀκύλας καὶ Πρίσκιλλα RP 18:26 ὁδὸν τοῦ θεοῦ WH Treg NA28 ] τοῦ θεοῦ ὁδὸν RP