5
Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆςγυναικός* καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. εἶπεν δὲΠέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶνοσφίσασθαιἀπὸ τῆς τιμῆς τοῦ χωρίου; οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ. ἀκούων δὲ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺςἀκούοντας§ ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. ἀπεκρίθη δὲπρὸς αὐτὴν*Πέτρος Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; δὲ εἶπεν· Ναί, τοσούτου. δὲΠέτροςπρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε. 10 ἔπεσεν δὲ παραχρῆμαπρὸς§τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 καὶ ἐγένετο φόβος μέγας ἐφʼ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέραταπολλὰ ἐν τῷ λαῷ*· καὶ ἦσαν ὁμοθυμαδὸνἅπαντεςἐν τῇ Στοᾷ Σολομῶντος· 13 τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλʼ ἐμεγάλυνεν αὐτοὺς λαός, 14 μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· 15 ὥστεκαὶ εἰς τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων§καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν σκιὰἐπισκιάσῃ*τινὶ αὐτῶν. 16 συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξπόλεωνἸερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17 Ἀναστὰς δὲ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰςχεῖραςἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 ἄγγελος δὲ κυρίουδιὰ§νυκτὸς ⸀ἤνοιξε*τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν· 20 Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. 21 ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.
Παραγενόμενος δὲ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. 22 οἱ δὲπαραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν 23 λέγοντες ὅτιΤὸδεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶταςἐπὶ§τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. 24 ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους τε*στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. 26 τότε ἀπελθὼν στρατηγὸς σὺν τοῖς ὑπηρέταιςἤγαγεναὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴλιθασθῶσιν.
27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ἀρχιερεὺς 28 λέγων§ Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφʼ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. 29 ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἀνθρώποις. 30  θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου· 31 τοῦ*ον θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν· 32 καὶ ἡμεῖςἐσμενμάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸπνεῦματὸ ἅγιον ἔδωκεν θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
33 Οἱ δὲἀκούσαντες§διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. 34 ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξωβραχὺ*τοὺςἀνθρώπουςποιῆσαι, 35 εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. 36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ⸀προσεκλίθηἀνδρῶν ἀριθμὸς ὡς§ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν*ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶἄφετεαὐτούς· (ὅτι ἐὰν ἐξ ἀνθρώπων βουλὴαὕτη τὸ ἔργον τοῦτο, καταλυθήσεται, 39 εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐδυνήσεσθε§καταλῦσαιαὐτούς*) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ, 40 καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶἀπέλυσαν 41 οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτικατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· 42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατʼ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοιτὸν χριστὸν Ἰησοῦν§.
* 5:2 γυναικός WH Treg NA28 ] + αὐτοῦ RP 5:3 ὁ WH Treg NA28 ] – RP 5:3 νοσφίσασθαι WH Treg NA28 ] + σε RP § 5:5 ἀκούοντας WH Treg NA28 ] + ταῦτα RP * 5:8 πρὸς αὐτὴν WH Treg NA28 ] αὐτῇ RP 5:8 Πέτρος WH Treg NA28 ] ὁ Πέτρος RP 5:9 Πέτρος WH Treg NA28 ] + εἶπεν RP § 5:10 πρὸς WH Treg NA28 ] παρὰ RP * 5:12 πολλὰ ἐν τῷ λαῷ WH Treg NA28 ] ἐν τῷ λαῷ πολλὰ RP 5:12 ἅπαντες NA28 RP ] πάντες WH Treg 5:15 καὶ εἰς WH Treg NA28 ] κατὰ RP § 5:15 κλιναρίων WH Treg NA28 ] κλινῶν RP * 5:15 ἐπισκιάσῃ NA28 RP ] ἐπισκιάσει WH Treg 5:16 πόλεων WH Treg NA28 ] + εἰς RP 5:18 χεῖρας WH Treg NA28 ] + αὐτῶν RP § 5:19 διὰ WH Treg NA28 ] + τῆς RP * 5:19 ἤνοιξε WH Treg RP ] ἀνοίξας NA28 5:22 παραγενόμενοι ὑπηρέται WH Treg NA28 ] ὑπηρέται παραγενόμενοι RP 5:23 Τὸ WH Treg NA28 ] + μὲν RP § 5:23 ἐπὶ WH Treg NA28 ] πρὸ RP * 5:24 τε WH Treg NA28 ] + ἱερεὺς καὶ ὁ RP 5:26 ἤγαγεν Treg RP ] ἦγεν WH NA28 5:26 μὴ WH Treg NA28 ] ἵνα μὴ RP § 5:28 λέγων WH Treg NIV ] + Οὐ RP NA28 * 5:31 τοῦ WH NA28 ] – Treg RP 5:32 ἐσμεν WH Treg NA28 ] + αὐτοῦ RP 5:32 πνεῦμα WH Treg NA28 ] + δὲ RP § 5:33 ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP * 5:34 βραχὺ WH Treg NA28 ] + τι RP 5:34 ἀνθρώπους WH Treg NA28 ] ἀποστόλους RP 5:36 προσεκλίθη WH Treg NA28 ] προσεκλήθη RP § 5:36 ἀνδρῶν ἀριθμὸς ὡς WH Treg NA28 ] ἀριθμὸς ἀνδρῶν ὡσεὶ RP * 5:37 λαὸν WH Treg NA28 ] + ἱκανὸν RP 5:38 ἄφετε WH Treg NA28 ] ἐάσατε RP 5:38 αὕτη WH Treg NA28 ] – RP § 5:39 δυνήσεσθε WH Treg NA28 ] δύνασθε RP * 5:39 αὐτούς WH Treg NA28 ] αὐτό RP 5:40 ἀπέλυσαν WH Treg NA28 ] + αὐτούς RP 5:41 κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος WH Treg NA28 ] ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP § 5:42 τὸν χριστὸν Ἰησοῦν WH Treg NA28 ] Ἰησοῦν τὸν χριστὸν RP