4
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱἱερεῖς*καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιντὴν ἐκ νεκρῶν, καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη. πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθηἀριθμὸς τῶν ἀνδρῶνὡς§χιλιάδες πέντε.
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶτοὺς*πρεσβυτέρους καὶτοὺςγραμματεῖςἐνἸερουσαλήμ (καὶἍννας ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος§ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ), καὶ στήσαντες αὐτοὺς ἐντῷ*μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶπρεσβύτεροι εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφʼ ὑμῶν τῶνοἰκοδόμων γενόμενος εἰς κεφαλὴν γωνίας. 12 καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία, ⸀οὐδὲ§γὰρ ὄνομά ἐστιν ἕτερονὑπὸ τὸν οὐρανὸν* τὸ δεδομένον ἐν ἀνθρώποις ἐν δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν, 14 τόντεἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν. 15 κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους 16 λέγοντες· Τίποιήσωμεντοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν διʼ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι§ 17 ἀλλʼ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα*αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18 καὶ καλέσαντες αὐτοὺς παρήγγειλαντὸκαθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19  δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντεςεἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ θεοῦ, κρίνατε, 20 οὐ δυνάμεθα γὰρ ἡμεῖς εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν. 21 οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται§αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι· 22 ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ἄνθρωπος ἐφʼ ὃν ⸀γεγόνει*τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 τοῦ πατρὸς ἡμῶν διὰπνεύματος ἁγίου§ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. 27 συνήχθησαν γὰρ ἐπʼ ἀληθείαςἐν τῇ πόλει ταύτῃ* ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα χείρ σου καὶ βουλὴπροώρισεν γενέσθαι. 29 καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖράσουἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντεςτοῦ ἁγίου πνεύματος§, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦνκαρδία*καὶψυχὴμία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντωναὐτῷἔλεγεν ἴδιον εἶναι, ἀλλʼ ἦν αὐτοῖςπάντα§κοινά. 33 καὶδυνάμει μεγάλῃ* ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοιτῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 οὐδὲ γὰρ ἐνδεής τιςἦνἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 Ἰωσὴφ§δὲ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκενπαρὰ*τοὺς πόδας τῶν ἀποστόλων.
* 4:1 ἱερεῖς Treg NA28 RP ] ἀρχιερεῖς WH 4:2 τὴν ἐκ WH Treg NA28 ] τῶν RP 4:4 ὁ Treg NA28 RP ] – WH § 4:4 ὡς WH Treg NA28 ] ὡσεὶ RP * 4:5 ⸀τοὺς WH Treg NA28 ] – RP 4:5 ⸁τοὺς WH Treg NA28 ] – RP 4:5 ἐν WH Treg NA28 ] εἰς RP § 4:6 Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος WH Treg NA28 ] Ἄνναν τὸν ἀρχιερέα καὶ Καϊάφαν καὶ Ἰωάννην καὶ Ἀλέξανδρον RP * 4:7 τῷ WH Treg NA28 ] – RP 4:8 πρεσβύτεροι WH Treg NA28 ] + τοῦ Ἰσραήλ RP 4:11 οἰκοδόμων WH Treg NA28 ] οἰκοδομούντων RP § 4:12 οὐδὲ WH Treg NA28 ] οὔτε RP * 4:12 ὑπὸ τὸν οὐρανὸν WH Treg NA28 ] – RP 4:14 τε WH Treg NA28 ] δὲ RP 4:16 ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP § 4:16 ἀρνεῖσθαι WH Treg NA28 ] ἀρνήσασθαι RP * 4:17 ἀπειλησώμεθα WH Treg NA28 ] ἀπειλῇ ἀπειλησόμεθα RP 4:18 τὸ Treg NA28 ] – WH; αὐτοῖς τὸ RP 4:19 εἶπον πρὸς αὐτούς WH Treg NA28 ] πρὸς αὐτούς εἶπον RP § 4:21 κολάσωνται WH Treg NA28 ] κολάσονται RP * 4:22 γεγόνει WH Treg NA28 ] ἐγεγόνει RP 4:24 σὺ WH Treg NA28 ] + ὁ θεὸς RP 4:25 τοῦ πατρὸς ἡμῶν WH Treg NA28 ] – RP § 4:25 πνεύματος ἁγίου WH Treg NA28 ] – RP * 4:27 ἐν τῇ πόλει ταύτῃ WH Treg NA28 ] – RP 4:28 βουλὴ WH ] + σου Treg NA28 RP 4:30 σου NA28 RP ] – WH Treg § 4:31 τοῦ ἁγίου πνεύματος WH Treg NA28 ] πνεύματος ἁγίου RP * 4:32 καρδία WH Treg NA28 ] ἡ καρδία RP 4:32 ψυχὴ WH Treg NA28 ] ἡ ψυχὴ RP 4:32 αὐτῷ WH Treg NA28 ] αὐτῶν RP § 4:32 πάντα WH ] ἅπαντα Treg NA28 RP * 4:33 δυνάμει μεγάλῃ WH Treg NA28 ] μεγάλῃ δυνάμει RP 4:33 τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH 4:34 ἦν WH Treg NA28 ] ὑπῇρχεν RP § 4:36 Ἰωσὴφ WH Treg NA28 ] Ἰωσῆς RP * 4:37 παρὰ WH Treg RP ] πρὸς NA28