3
Πέτρος δὲ* καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην, καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθʼ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνηνλαβεῖν ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν· Βλέψον εἰς ἡμᾶς. δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρʼ αὐτῶν λαβεῖν. εἶπεν δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίουπεριπάτει καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεναὐτόν§ παραχρῆμα δὲ ἐστερεώθησαναἱ βάσεις αὐτοῦ* καὶ τὰ ⸀σφυδρά καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. καὶ εἶδενπᾶς λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν, 10 ἐπεγίνωσκονδὲ§αὐτὸν ὅτιοὗτος*ἦν πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲαὐτοῦτὸνΠέτρον καὶτὸν Ἰωάννην συνέδραμενπᾶς λαὸς πρὸς αὐτοὺς§ ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. 12 ἰδὼν δὲ*Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; 13  θεὸς Ἀβραὰμ καὶἸσαὰκ καὶ Ἰακώβ, θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖςμὲνπαρεδώκατε καὶἠρνήσασθε§κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· 14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. 16 καὶἐπὶ*τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ πίστις διʼ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· 18  δὲ θεὸς προκατήγγειλεν διὰ στόματος πάντων τῶνπροφητῶνπαθεῖν τὸν χριστὸναὐτοῦἐπλήρωσεν οὕτως. 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατεπρὸς§τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, 20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν χριστὸν Ἰησοῦν, 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν θεὸς διὰστόματος*τῶν ἁγίωνἀπʼ αἰῶνος αὐτοῦ προφητῶν. 22 Μωϋσῆςμὲνεἶπεν ὅτι Προφήτην ὑμῖν ἀναστήσει κύριος θεὸς§ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. 23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτιςἂν*μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. 25 ὑμεῖς ἐστεοἱυἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧςδιέθετο θεὸς πρὸς τοὺς πατέραςὑμῶν§ λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σουἐνευλογηθήσονται*πᾶσαι αἱ πατριαὶ τῆς γῆς. 26 ὑμῖν πρῶτονἀναστήσας θεὸς τὸν παῖδααὐτοῦἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.
* 3:1 Πέτρος δὲ WH Treg NA28 ] Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος RP 3:3 λαβεῖν WH Treg NA28 ] – RP 3:6 περιπάτει WH NIV ] ἔγειρε καὶ περιπάτει Treg NA28; ἔγειραι καὶ περιπάτει RP § 3:7 αὐτόν WH Treg NA28 ] – RP * 3:7 αἱ βάσεις αὐτοῦ WH Treg NA28 ] αὐτοῦ αἱ βάσεις RP 3:7 σφυδρά WH NA28 ] σφυρά Treg RP 3:9 πᾶς ὁ λαὸς αὐτὸν WH Treg NA28 ] αὐτὸν πᾶς ὁ λαὸς RP § 3:10 δὲ WH Treg NA28 ] τε RP * 3:10 οὗτος WH Treg RP ] αὐτὸς NA28 3:11 αὐτοῦ WH Treg NA28 ] τοῦ ἰαθέντος χωλοῦ RP 3:11 τὸν WH Treg NA28 ] – RP § 3:11 πᾶς ὁ λαὸς πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς πᾶς ὁ λαὸς RP * 3:12 ὁ WH Treg NA28 ] – RP 3:13 Ἰσαὰκ καὶ WH Treg NIV RP ] ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς NA28 3:13 μὲν WH Treg RP NA28 ] – NIV § 3:13 ἠρνήσασθε WH NA28 ] + αὐτὸν Treg RP * 3:16 ἐπὶ Treg NA28 RP ] – WH 3:18 προφητῶν WH Treg NA28 ] + αὐτοῦ RP 3:18 αὐτοῦ WH Treg NA28 ] – RP § 3:19 πρὸς WH ] εἰς Treg NA28 RP * 3:21 στόματος WH Treg NA28 ] + πάντων RP 3:21 ἀπʼ αἰῶνος αὐτοῦ προφητῶν WH Treg NA28 ] αὐτοῦ προφητῶν ἀπʼ αἰῶνος RP 3:22 μὲν WH Treg NA28 ] + γὰρ πρὸς τοὺς πατέρας RP § 3:22 θεὸς WH ] + ὑμῶν Treg NA28; + ἡμῶν RP * 3:23 ἂν WH Treg ] ἐὰν NA28 RP 3:25 οἱ WH Treg NA28 ] – RP 3:25 διέθετο ὁ θεὸς Treg NA28 RP ] ὁ θεὸς διέθετο WH § 3:25 ὑμῶν WH Treg NA28 ] ἡμῶν RP * 3:25 ἐνευλογηθήσονται Treg NA28 RP ] εὐλογηθήσονται WH 3:26 ἀναστήσας ὁ θεὸς WH NA28 ] ὁ θεὸς ἀναστήσας Treg RP 3:26 αὐτοῦ WH Treg NA28 ] + Ἰησοῦν RP