2
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσανπάντες ὁμοῦ* ἐπὶ τὸ αὐτό, καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησανπάντεςπνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδουἀποφθέγγεσθαι αὐτοῖς§.
Ἦσαν δὲἐν*Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτιἤκουονεἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· ἐξίσταντοδὲκαὶ ἐθαύμαζονλέγοντες§Οὐχ*ἰδοὺπάντεςοὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 11 Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 12 ἐξίσταντο δὲ πάντες καὶδιηπόρουν ἄλλος πρὸς ἄλλον λέγοντες· Τίθέλει§τοῦτο εἶναι; 13 ἕτεροι δὲ ⸀διαχλευάζοντες*ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
14 Σταθεὶς δὲΠέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμπάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις§ἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20  ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν*ἐλθεῖνἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 καὶ ἔσται πᾶς ὃςἐὰνἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
22 Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδραἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ§ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς*αὐτοὶ οἴδατε, 23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦἔκδοτονδιὰχειρὸςἀνόμων προσπήξαντες ἀνείλατε, 24 ὃν θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26 διὰ τοῦτο ηὐφράνθη ⸂ καρδία μου§ καὶ ἠγαλλιάσατο γλῶσσά μου, ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι· 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην* οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ θεὸς ἐκ καρποῦ τῆς ὀσφύοςαὐτοῦκαθίσαι ἐπὶτὸν θρόνον αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτιοὔτε ἐγκατελείφθη§ εἰς ⸀ᾅδην*οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. 32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦπνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο§ὑμεῖς*βλέπετε καὶ ἀκούετε. 34 οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπενκύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. 36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριοναὐτὸν καὶ χριστὸνἐποίησεν θεός§, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
37 Ἀκούσαντες δὲ κατενύγησαντὴν καρδίαν*, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τίποιήσωμεν ἄνδρες ἀδελφοί; 38 Πέτρος δὲπρὸς αὐτούς· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶνἐπὶ§τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιντῶν*ἁμαρτιῶνὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 39 ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος θεὸς ἡμῶν. 40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλειαὐτοὺςλέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 41 οἱ μὲνοὖν§ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησανἐν*τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇκοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
43 Ἐγίνετοδὲ πάσῃ ψυχῇ φόβος, πολλάτε§τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 πάντες δὲ οἱπιστεύοντες*ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 46 καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέρανἐπὶ τὸ αὐτό.
* 2:1 πάντες ὁμοῦ WH Treg NA28 ] ἅπαντες ὁμοθυμαδὸν RP 2:3 καὶ ἐκάθισεν WH Treg NA28 ] ἐκάθισέν τε RP 2:4 πάντες WH Treg NA28 ] ἅπαντες RP § 2:4 ἀποφθέγγεσθαι αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀποφθέγγεσθαι RP * 2:5 ἐν WH Treg RP ] εἰς NA28 2:6 ἤκουον Treg NA28 RP ] ἤκουσεν WH 2:7 δὲ WH NA28 ] + πάντες Treg RP § 2:7 λέγοντες WH Treg NA28 ] + πρὸς ἀλλήλους RP * 2:7 Οὐχ NA28 ] Οὐχὶ WH Treg; Οὐκ RP 2:7 πάντες WH Treg RP ] ἅπαντες NA28 2:12 διηπόρουν NA28 RP ] διηποροῦντο WH Treg § 2:12 θέλει WH Treg NA28 ] ἄν θέλοι RP * 2:13 διαχλευάζοντες WH Treg NA28 ] χλευάζοντες RP 2:14 ὁ WH Treg NA28 ] – RP 2:14 πάντες WH Treg NA28 ] ἅπαντες RP § 2:17 ἐνυπνίοις WH Treg NA28 ] ἐνύπνια RP * 2:20 ἢ RP ] – WH Treg NA28 2:20 ἐλθεῖν WH Treg NA28 ] + τὴν RP 2:21 ἐὰν WH Treg ] ἂν NA28 RP § 2:22 ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ WH Treg NA28 ] ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον RP * 2:22 καθὼς WH Treg NA28 ] + καὶ RP 2:23 ἔκδοτον WH Treg NA28 ] + λαβόντες RP 2:23 χειρὸς WH Treg NA28 ] χειρῶν RP § 2:26 ἡ καρδία μου NA28 RP ] μου ἡ καρδία WH Treg * 2:27 ᾅδην WH Treg NA28 ] ᾍδου RP 2:30 αὐτοῦ WH Treg NA28 ] + τὸ κατὰ σάρκα ἀναστήσειν τὸν χριστόν RP 2:30 τὸν θρόνον WH Treg NA28 ] τοῦ θρόνου RP § 2:31 οὔτε ἐγκατελείφθη WH Treg NA28 ] οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ RP * 2:31 ᾅδην WH NA28 ] ᾅδου Treg; ᾍδου RP 2:31 οὔτε WH Treg NA28 ] οὐδὲ RP 2:33 πνεύματος τοῦ ἁγίου WH Treg NA28 ] ἁγίου πνεύματος RP § 2:33 ὃ WH Treg NA28 ] + νὺν RP * 2:33 ὑμεῖς Treg NIV RP ] + καὶ WH NA28 2:34 ὁ NA28 RP ] – WH Treg 2:36 αὐτὸν καὶ χριστὸν WH Treg NA28 ] καὶ χριστὸν αὐτὸν RP § 2:36 ἐποίησεν ὁ θεός WH NA28 ] ὁ θεὸς ἐποίησεν Treg RP * 2:37 τὴν καρδίαν WH Treg NA28 ] τῇ καρδίᾳ RP 2:37 ποιήσωμεν WH Treg NA28 ] ποιήσομεν RP 2:38 πρὸς αὐτούς· Μετανοήσατε WH Treg ] πρὸς αὐτούς Μετανοήσατε φησίν NA28; ἔφη πρὸς αὐτούς Μετανοήσατε RP § 2:38 ἐπὶ NA28 RP ] ἐν WH Treg * 2:38 τῶν WH Treg NA28 ] – RP 2:38 ὑμῶν WH Treg NA28 ] – RP 2:40 αὐτοὺς WH Treg NA28 ] – RP § 2:41 οὖν WH Treg NA28 ] + ἀσμένως RP * 2:41 ἐν WH Treg NA28 ] – RP 2:42 κοινωνίᾳ WH Treg NA28 ] + καὶ RP 2:43 Ἐγίνετο WH Treg NA28 ] Ἐγένετο RP § 2:43 τε Treg NA28 RP ] δὲ WH * 2:44 πιστεύοντες Treg NA28 RP ] πιστεύσαντες WH 2:44 ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ Treg NA28 RP ] ἐπὶ τὸ αὐτό WH 2:47 ἐπὶ τὸ αὐτό WH Treg NA28 ] τῇ ἐκκλησία RP