ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ
1
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, Θεόφιλε, ὧν ἤρξατο*Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, διʼ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ· καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
Οἱ μὲν οὖν συνελθόντεςἠρώτωναὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπενδὲ§πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους καιροὺς οὓς πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφʼ ὑμᾶς, καὶ ἔσεσθέμου*μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. 10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς, 11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατεβλέποντεςεἰς τὸν οὐρανόν; οὗτος Ἰησοῦς ἀναλημφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν. 13 καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν§ οὗ ἦσαν καταμένοντες, τε Πέτρος καὶἸωάννης καὶ Ἰάκωβος* καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. 14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇπροσευχῇσὺν γυναιξὶν καὶΜαριὰμτῇ μητρὶ τοῦ Ἰησοῦ καὶσὺν§τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶνἀδελφῶν*εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸὡςἑκατὸν εἴκοσι 16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴνγραφὴνἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσινἸησοῦν§ 17 ὅτι κατηριθμημένος ἦνἐν*ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.— 18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. 19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇἰδίᾳδιαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτʼ ἔστιν Χωρίον Αἵματος.— 20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦλαβέτωἕτερος. 21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ§εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφʼ ἡμᾶς κύριος Ἰησοῦς, 22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφʼ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦσὺν ἡμῖν γενέσθαι* ἕνα τούτων. 23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. 24 καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα, 25 λαβεῖν τὸντόποντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφʼἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. 26 καὶ ἔδωκαν κλήρουςαὐτοῖς§ καὶ ἔπεσεν κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
* 1:1 ὁ NA28 RP ] – WH Treg 1:5 ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NA28 ] βαπτισθήσεσθε ἐν πνεύματι RP 1:6 ἠρώτων WH Treg NA28 ] ἐπηρώτων RP § 1:7 δὲ NA28 RP ] – WH Treg * 1:8 μου WH Treg NA28 ] μοι RP 1:10 ἐσθήσεσι λευκαῖς WH Treg NA28 ] ἐσθῆτι λευκῇ RP 1:11 βλέποντες WH Treg ] ἐμβλέποντες NA28 RP § 1:13 εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NA28 ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP * 1:13 Ἰωάννης καὶ Ἰάκωβος WH Treg NA28 ] Ἰάκωβος καὶ Ἰωάννης RP 1:14 προσευχῇ WH Treg NA28 ] + καὶ τῇ δεήσει RP 1:14 Μαριὰμ WH Treg NA28 ] Μαρίᾳ RP § 1:14 σὺν WH Treg RP ] – NA28 * 1:15 ἀδελφῶν WH Treg NA28 ] μαθητῶν RP 1:15 ὡς WH Treg RP ] ὡσεὶ NA28 1:16 γραφὴν WH Treg NA28 ] + ταύτην RP § 1:16 Ἰησοῦν WH Treg NA28 ] τὸν Ἰησοῦν RP * 1:17 ἐν WH Treg NA28 ] σὺν RP 1:19 ἰδίᾳ Treg RP NA28 ] – WH NIV 1:20 λαβέτω WH Treg NA28 ] λάβοι RP § 1:21 ᾧ WH Treg NA28 ] ἐν ᾧ RP * 1:22 σὺν ἡμῖν γενέσθαι WH Treg NA28 ] γενέσθαι σὺν ἡμῖν RP 1:25 τόπον WH Treg NA28 ] κλῆρον RP 1:25 ἀφʼ WH Treg NA28 ] ἐξ RP § 1:26 αὐτοῖς WH Treg NA28 ] αὐτῶν RP