21
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν*Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸπλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδηγενομένηςἔστη§Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς*Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαιἴσχυονἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ· κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβηοὖνΣίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυονεἰς τὴν γῆν§ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶςδὲ*ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι κύριός ἐστιν. 13 ἔρχεταιἸησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη§Ἰησοῦς τοῖςμαθηταῖς*ἐγερθεὶς ἐκ νεκρῶν. 15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς· ΣίμωνἸωάννου ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· ΣίμωνἸωάννου ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· ΣίμωνἸωάννου§ φιλεῖς με; ἐλυπήθη Πέτρος ὅτι εἶπεν*αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶεἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷἸησοῦς· Βόσκε τὰπρόβατά§μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοςσε ζώσει* καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. 20 Ἐπιστραφεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν παραδιδούς σε; 21 τοῦτονοὖνἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύμοι ἀκολούθει§. 23 ἐξῆλθεν οὖνοὗτος λόγος* εἰς τοὺς ἀδελφοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ αὐτῷ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 24 Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴςαὐτοῦ μαρτυρία ἐστίν§. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ*ἐποίησεν Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειντὰ γραφόμεναβιβλία ‘/book’
* 21:1 ὁ NA28 RP ] – WH Treg 21:3 πλοῖον WH Treg NA28 ] + εὐθύς RP 21:4 γενομένης NA28 RP ] γινομένης WH Treg § 21:4 ἔστη WH Treg NA28 ] + ὁ RP * 21:5 ὁ Treg NA28 RP ] – WH 21:6 ἴσχυον WH Treg NA28 ] ἴσχυσαν RP 21:11 οὖν WH Treg NA28 ] – RP § 21:11 εἰς τὴν γῆν WH Treg NA28 ] ἐπὶ τῆς γῆς RP * 21:12 δὲ Treg NA28 RP ] – WH 21:13 ἔρχεται WH Treg NA28 ] + οὖν RP 21:13 ὁ RP ] – WH Treg NA28 § 21:14 ὁ RP ] – WH Treg NA28 * 21:14 μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP 21:15 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP 21:16 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP § 21:17 Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP * 21:17 εἶπεν WH Treg RP ] λέγει NA28 21:17 πάντα σὺ WH Treg NA28 ] σὺ πάντα RP 21:17 ὁ NA28 RP ] – WH Treg § 21:17 πρόβατά WH NA28 RP ] προβάτιά Treg * 21:18 σε ζώσει NA28 RP ] ζώσει σε WH Treg 21:20 Ἐπιστραφεὶς WH Treg NA28 ] + δὲ RP 21:21 οὖν WH Treg NA28 ] – RP § 21:22 μοι ἀκολούθει WH Treg NA28 ] ἀκολούθει μοι RP * 21:23 οὗτος ὁ λόγος WH Treg NA28 ] ὁ λόγος οὗτος RP 21:23 οὐκ εἶπεν δὲ WH Treg NA28 ] καὶ οὐκ εἶπεν RP 21:24 ὁ WH Treg NA28 ] – RP § 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NA28 ] ἐστὶν ἡ μαρτυρία αὐτοῦ RP * 21:25 ἃ WH Treg NA28 ] ὅσα RP 21:25 χωρήσειν WH Treg ] χωρῆσαι NA28 RP 21:25 βιβλία WH Treg NA28 ] + Ἀμήν RP