7
Εἶπεν δὲ ἀρχιερεύς· ⸀Εἰ*ταῦτα οὕτως ἔχει; δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκτῆς γῆς σου καὶἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰςτὴνγῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε, καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. ἐλάλησενδὲ§οὕτως θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· καὶ τὸ ἔθνος ἐὰν*⸀δουλεύσουσινκρινῶ ἐγώ, ⸂ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶ§Ἰσαὰκ τὸν Ἰακώβ, ⸁καὶ*Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν θεὸς μετʼ αὐτοῦ, 10 καὶἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτονκαὶ ὅλον τὸν οἶκον αὐτοῦ. 11 ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴνΑἴγυπτονκαὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν· 12 ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον§ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· 13 καὶ ἐν τῷ δευτέρῳἀνεγνωρίσθη*Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸγένοςἸωσήφ. 14 ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατοἸακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, 15 καὶ κατέβη§ Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, 16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι*ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐνΣυχέμ.
17 Καθὼς δὲ ἤγγιζεν χρόνος τῆς ἐπαγγελίας ἧςὡμολόγησεν θεὸς τῷ Ἀβραάμ, ηὔξησεν λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18 ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτεροςἐπʼ Αἴγυπτον§, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19 οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺςπατέρας*τοῦ ποιεῖντὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20 ἐν καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός· 21 ⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22 καὶ ἐπαιδεύθηΜωϋσῆς§πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοιςαὐτοῦ*
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον. 25 ἐνόμιζεν δὲ συνιέναι τοὺςἀδελφοὺςὅτι θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσινσωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν. 26 τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεν§αὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοίἐστε* ἱνατί ἀδικεῖτε ἀλλήλους; 27  δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼἡμῶν 28 μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲςτὸν Αἰγύπτιον; 29 ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶἄγγελος§ἐν φλογὶ πυρὸς βάτου· 31  δὲ Μωϋσῆς ἰδὼνἐθαύμασεν*τὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴκυρίου 32 Ἐγὼ θεὸς τῶν πατέρων σου, θεὸς ἈβραὰμκαὶἸσαὰκκαὶ§Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33 εἶπεν δὲ αὐτῷ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, γὰρ τόποςἐφʼ* ἕστηκας γῆ ἁγία ἐστίν. 34 ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦαὐτοῦἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλωσε εἰς Αἴγυπτον.
35 Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶ§δικαστήν, τοῦτον θεὸςκαὶ ἄρχοντα καὶ λυτρωτὴνἀπέσταλκεν σὺν* χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36 οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐνγῇΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα. 37 οὗτός ἐστιν Μωϋσῆς εἴπαςτοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει θεὸς§ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38 οὗτός ἐστιν γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατολόγια*ζῶντα δοῦναιἡμῖν 39  οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησανἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, 40 εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τίἐγένετο§αὐτῷ. 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42 ἔστρεψεν δὲ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν·
Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; 43 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦθεοῦ*⸀Ῥαιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44  σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει, 45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ· 46 ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷθεῷἸακώβ. 47 Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλʼ οὐχ ὕψιστος ἐνχειροποιήτοις§κατοικεῖ· καθὼς προφήτης λέγει· 49  οὐρανός μοι θρόνος, ⸂ δὲ* γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοικαρδίαιςκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖςἐγένεσθε 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν. 55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, 56 καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένους§καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. 57 κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτιααὐτῶν*παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59 καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· 60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖςταύτην τὴν ἁμαρτίαν· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
* 7:1 Εἰ WH Treg NA28 ] + ἄρα RP 7:3 ἐκ NA28 RP ] – WH Treg 7:3 τὴν WH Treg NA28 ] – RP § 7:6 δὲ WH Treg RP NA28 ] + αὐτῷ NIV * 7:7 ἐὰν NA28 RP ] ἂν WH Treg 7:7 δουλεύσουσιν WH Treg NA28 ] δουλεύσωσιν RP 7:7 ὁ θεὸς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ θεὸς RP § 7:8 ⸀καὶ WH Treg NA28 ] + ὁ RP * 7:8 ⸁καὶ WH Treg NA28 ] + ὁ RP 7:10 καὶ WH Treg NIV RP ] + ἐφʼ NA28 7:11 Αἴγυπτον WH Treg NA28 ] γῆν Αἰγύπτου RP § 7:12 σιτία εἰς Αἴγυπτον WH Treg NA28 ] σῖτα ἐν Αἰγύπτῳ RP * 7:13 ἀνεγνωρίσθη NA28 RP ] γνωρίσθη WH Treg 7:13 γένος WH Treg ] + τοῦ NA28 RP 7:14 Ἰακὼβ τὸν πατέρα αὐτοῦ WH Treg NA28 ] τὸν πατέρα αὐτοῦ Ἰακὼβ RP § 7:15 καὶ κατέβη Treg NA28 ] κατέβη δὲ WH RP * 7:16 ᾧ WH Treg NA28 ] ὃ RP 7:16 ἐν WH Treg NA28 ] τοῦ RP 7:17 ὡμολόγησεν WH Treg NA28 ] ὤμοσεν RP § 7:18 ἐπʼ Αἴγυπτον WH Treg NA28 ] – RP * 7:19 πατέρας WH Treg ] + ἡμῶν NA28 RP 7:19 τὰ βρέφη ἔκθετα WH Treg NA28 ] ἔκθετα τὰ βρέφη RP 7:21 ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν WH Treg NA28 ] Ἐκτεθέντα δὲ αὐτόν ἀνείλετο RP § 7:22 Μωϋσῆς WH RP ] + ἐν Treg NA28 * 7:22 αὐτοῦ WH Treg NA28 ] – RP 7:25 ἀδελφοὺς WH Treg ] + αὐτοῦ NA28 RP 7:25 σωτηρίαν αὐτοῖς WH Treg NA28 ] αὐτοῖς σωτηρίαν RP § 7:26 συνήλλασσεν WH Treg NA28 ] συνήλασεν RP * 7:26 ἐστε WH Treg NA28 ] + ὑμεῖς RP 7:27 ἡμῶν WH Treg NA28 ] ἡμᾶς RP 7:28 ἐχθὲς WH Treg NA28 ] χθὲς RP § 7:30 ἄγγελος WH Treg NA28 ] + κυρίου RP * 7:31 ἐθαύμασεν WH Treg ] ἐθαύμαζεν NA28 RP 7:31 κυρίου WH Treg NA28 ] + πρὸς αὐτόν RP 7:32 ⸀καὶ WH Treg NA28 ] + ὁ θεὸς RP § 7:32 ⸁καὶ WH Treg NA28 ] + ὁ θεὸς RP * 7:33 ἐφʼ WH Treg NA28 ] ἐν RP 7:34 αὐτοῦ WH Treg ] αὐτῶν NA28 RP 7:34 ἀποστείλω WH Treg NA28 ] ἀποστελῶ RP § 7:35 καὶ WH Treg NA28 ] – NIV RP * 7:35 ἀπέσταλκεν σὺν WH Treg NA28 ] ἀπέστειλεν ἐν RP 7:36 γῇ NA28 RP ] τῇ WH Treg 7:37 εἴπας WH Treg NA28 ] εἰπὼν RP § 7:37 ὁ θεὸς WH Treg NA28 ] κύριος ὁ θεὸς ἡμῶν RP * 7:38 λόγια WH Treg NA28 ] λόγον RP 7:38 ἡμῖν Treg NA28 RP ] ὑμῖν WH 7:39 ἐν ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP § 7:40 ἐγένετο WH Treg NA28 ] γέγονεν RP * 7:43 θεοῦ WH Treg ] + ὑμῶν NA28 RP 7:43 Ῥαιφάν NA28 ] Ῥομφά WH; Ῥεφάν Treg; Ῥεμφάν RP 7:46 θεῷ WH Treg NIV RP ] οἴκῳ NA28 § 7:48 χειροποιήτοις WH Treg NA28 ] + ναοῖς RP * 7:49 ἡ δὲ Treg NA28 RP ] καὶ ἡ WH 7:51 καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP 7:52 ἐγένεσθε WH Treg NA28 ] γεγένησθε RP § 7:56 διηνοιγμένους WH Treg NA28 ] ἀνεῳγμένους RP * 7:58 αὐτῶν WH Treg NA28 ] – RP 7:60 ταύτην τὴν ἁμαρτίαν WH Treg NA28 ] τὴν ἁμαρτίαν ταύτην RP