8
Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων. συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶἐποίησαν*κοπετὸν μέγαν ἐπʼ αὐτῷ. Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. Φίλιππος δὲ κατελθὼν εἰςτὴνπόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν. προσεῖχονδὲοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει· πολλοὶ§γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃἐξήρχοντο* πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ἐγένετο δὲπολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ⸀ἐξιστάνων§τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν, 10  προσεῖχονπάντες*ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν Δύναμις τοῦ θεοῦ καλουμένηΜεγάλη. 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳπερὶτῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13  δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τεσημεῖα καὶ δυνάμεις μεγάλας γινομένας§ ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸςαὐτοὺς*Πέτρον καὶ Ἰωάννην, 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16 οὐδέπωγὰρ ἦν ἐπʼ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦκυρίουἸησοῦ. 17 τότε ⸀ἐπετίθεσαν§τὰς χεῖρας ἐπʼ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. 18 ἰδὼν*δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸπνεῦμαπροσήνεγκεν αὐτοῖς χρήματα 19 λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. 20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖαἔναντιτοῦ θεοῦ. 22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦκυρίου§εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου· 23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24 ἀποκριθεὶς δὲ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπʼ ἐμὲ ὧν εἰρήκατε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίουὑπέστρεφον*εἰςἹεροσόλυμα πολλάς τε κώμας τῶν Σαμαριτῶν ⸀εὐηγγελίζοντο
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27 καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστηςΚανδάκης§βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ, 28 ἦντε*ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν. 29 εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30 προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντοςἨσαΐαν τὸν προφήτην καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἀναγινώσκεις; 31  δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τιςὁδηγήσειμε; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. 32  δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος§αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 33 ἐν τῇταπεινώσει* κρίσις αὐτοῦ ἤρθη· ⸀τὴνγενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ. 34 ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος προφήτης λέγειτοῦτο περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός; 35 ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει μεβαπτισθῆναι;§ 38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ τε Φίλιππος καὶ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
* 8:2 ἐποίησαν WH Treg NA28 ] ἐποιήσαντο RP 8:5 τὴν WH NA28 ] – Treg RP 8:6 δὲ WH Treg NA28 ] τε RP § 8:7 πολλοὶ WH Treg NA28 ] Πολλῶν RP * 8:7 ἐξήρχοντο WH Treg NA28 ] ἐξήρχετο RP 8:8 ἐγένετο δὲ WH Treg NA28 ] Καὶ ἐγένετο RP 8:8 πολλὴ χαρὰ WH Treg NA28 ] χαρὰ μεγάλη RP § 8:9 ἐξιστάνων WH Treg NA28 ] ἐξιστῶν RP * 8:10 πάντες WH Treg NA28 ] – RP 8:10 καλουμένη WH Treg NA28 ] – RP 8:12 περὶ WH Treg NA28 ] τὰ περὶ RP § 8:13 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας WH Treg NA28 ] δυνάμεις καὶ σημεῖα γινόμενα RP * 8:14 αὐτοὺς WH Treg NA28 ] + τὸν RP 8:16 οὐδέπω WH Treg NA28 ] οὔπω RP 8:16 κυρίου WH Treg NA28 ] χριστοῦ RP § 8:17 ἐπετίθεσαν WH Treg NA28 ] ἐπετίθουν RP * 8:18 ἰδὼν WH Treg NA28 ] Θεασάμενος RP 8:18 πνεῦμα WH NA28 ] + τὸ ἅγιον Treg RP 8:21 ἔναντι WH Treg NA28 ] ἐνώπιον RP § 8:22 κυρίου WH Treg NA28 ] θεοῦ RP * 8:25 ὑπέστρεφον WH Treg NA28 ] ὑπέστρεψαν RP 8:25 Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP 8:25 εὐηγγελίζοντο WH Treg NA28 ] εὐηγγελίσαντο RP § 8:27 Κανδάκης WH Treg NA28 ] + τῆς RP * 8:28 τε Treg NA28 RP ] δὲ WH 8:30 Ἠσαΐαν τὸν προφήτην WH Treg NA28 ] τὸν προφήτην Ἠσαΐαν RP 8:31 ὁδηγήσει WH Treg NA28 ] ὁδηγήσῃ RP § 8:32 κείραντος WH NA28 ] κείροντος Treg RP * 8:33 ταπεινώσει WH Treg ] + αὐτοῦ NA28 RP 8:33 τὴν WH Treg NA28 ] + δὲ RP 8:34 τοῦτο WH Treg RP NA28 ] – NIV § 8:36 βαπτισθῆναι; WH Treg NA28 RP ] + 37 εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. TR