9
δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ⸂ἐξαίφνης τε αὐτὸν περιήστραψεν* φῶςἐκτοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις; εἶπεν δέ Τίς εἶ, κύριε; δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί§ σε δεῖ ποιεῖν. οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. ἠγέρθη δὲΣαῦλος*ἀπὸ τῆς γῆς, ἀνεῳγμένωνδὲτῶν ὀφθαλμῶν αὐτοῦοὐδὲνἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. 10 Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸνἐν ὁράματι κύριος§· Ἁνανία. δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε. 11  δὲ κύριος πρὸς αὐτόν· ⸀Ἀναστὰς*πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται, 12 καὶ εἶδενἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷχεῖραςὅπως ἀναβλέψῃ. 13 ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ⸀ἤκουσα§ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰτοῖς ἁγίοις σου ἐποίησεν* ἐν Ἰερουσαλήμ· 14 καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. 15 εἶπεν δὲ πρὸς αὐτὸν κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆςἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιονἐθνῶντε§καὶ βασιλέων υἱῶν τε Ἰσραήλ, 16 ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. 17 ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, κύριος ἀπέσταλκέν με, ⸀Ἰησοῦς* ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. 18 καὶ εὐθέως ἀπέπεσαν ⸂αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶνὡςλεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη, 19 καὶ λαβὼν τροφὴνἐνίσχυσεν§ Ἐγένετοδὲ*μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς, 20 καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸνἸησοῦνὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ. 21 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν πορθήσαςἐνἸερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; 22 Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ ⸀συνέχυννεν§τοὺς*Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν χριστός. 23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν· 24 ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν. ⸂παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν· 25 λαβόντες δὲοἱ μαθηταὶ αὐτοῦ νυκτὸςδιὰ τοῦ τείχους καθῆκαν αὐτὸν§ χαλάσαντες ἐν σπυρίδι. 26 Παραγενόμενος δὲεἰς*Ἰερουσαλὴμ ⸀ἐπείραζενκολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής. 27 Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματιτοῦἸησοῦ. 28 καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενοςκαὶ ἐκπορευόμενος§ εἰςἸερουσαλήμ* παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦκυρίου 29 ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουνἀνελεῖν αὐτόν. 30 ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. 31  μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο§. 32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα. 33 εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τιναὀνόματι Αἰνέαν* ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ ⸀κραβάττου ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ Πέτρος· Αἰνέα, ἰᾶταί σε ἸησοῦςΧριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν ⸀Σαρῶνα§ οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρηςἔργων ἀγαθῶν* καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλανδύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ⸀ὀκνήσῃς§διελθεῖν ἕωςἡμῶν* 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα Δορκάς. 40 ἐκβαλὼν δὲ ἔξω πάντας Πέτροςκαὶθεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθʼ ὅληςτῆςἸόππης, καὶἐπίστευσαν πολλοὶ§ ἐπὶ τὸν κύριον. 43 ἐγένετοδὲ*ἡμέρας ἱκανὰςμεῖναιἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
* 9:3 ἐξαίφνης τε αὐτὸν περιήστραψεν WH Treg NA28 ] καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν RP 9:3 ἐκ WH Treg NA28 ] ἀπὸ RP 9:5 δέ WH Treg NA28 ] + κύριος εἶπεν RP § 9:6 ὅ τί Treg NA28 ] ὅτι WH; τί RP * 9:8 Σαῦλος WH Treg NA28 ] ὁ Σαῦλος RP 9:8 δὲ WH Treg NA28 ] τε RP 9:8 οὐδὲν WH Treg NA28 ] οὐδένα RP § 9:10 ἐν ὁράματι ὁ κύριος WH Treg NA28 ] ὁ κύριος ἐν ὁράματι RP * 9:11 Ἀναστὰς Treg NA28 RP ] Ἀνάστα WH 9:12 ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι WH Treg NA28 ] ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν RP 9:12 χεῖρας Treg ] τὰς χεῖρας WH NA28; χεῖρα RP § 9:13 ἤκουσα WH Treg NA28 ] ἀκήκοα RP * 9:13 τοῖς ἁγίοις σου ἐποίησεν WH Treg NA28 ] ἐποίησεν τοῖς ἁγίοις σου RP 9:15 ἐστίν μοι WH Treg NA28 ] μοι ἐστίν RP 9:15 ἐθνῶν Treg NA28 RP ] τῶν ἐθνῶν WH § 9:15 τε WH Treg NA28 ] – RP * 9:17 Ἰησοῦς WH Treg NA28 ] – RP 9:18 αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν WH Treg NA28 ] ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ RP 9:18 ὡς WH Treg NA28 ] ὡσεὶ RP § 9:19 ἐνίσχυσεν Treg NA28 RP ] ἐνισχύθη WH * 9:19 δὲ WH Treg NA28 ] + ὁ Σαῦλος RP 9:20 Ἰησοῦν WH Treg NA28 ] χριστόν RP 9:21 ἐν WH Treg RP ] εἰς NA28 § 9:22 συνέχυννεν WH NA28 ] συνέχυνεν Treg RP * 9:22 τοὺς Treg NA28 RP ] – WH 9:24 παρετηροῦντο δὲ καὶ WH Treg NA28 ] Παρετήρουν τε RP 9:25 οἱ μαθηταὶ αὐτοῦ WH Treg NA28 ] αὐτὸν οἱ μαθηταὶ RP § 9:25 διὰ τοῦ τείχους καθῆκαν αὐτὸν WH Treg NA28 ] καθῆκαν διὰ τοῦ τείχους RP * 9:26 εἰς WH Treg NA28 ] ὁ Σαῦλος ἐν RP 9:26 ἐπείραζεν WH Treg NA28 ] ἐπειρᾶτο RP 9:27 τοῦ NA28 RP ] – WH Treg § 9:28 καὶ ἐκπορευόμενος WH Treg NA28 ] – RP * 9:28 Ἰερουσαλήμ WH Treg NA28 ] + καὶ RP 9:28 κυρίου WH Treg NA28 ] + Ἰησοῦ RP 9:29 ἀνελεῖν αὐτόν WH Treg NA28 ] αὐτόν ἀνελεῖν RP § 9:31 Ἡ … ἐκκλησία … εἶχεν … οἰκοδομουμένη … πορευομένη … ἐπληθύνετο WH Treg NA28 ] Αἱ … ἐκκλησίαι … εἶχον … οἰκοδομούμεναι … πορευόμεναι … ἐπληθύνοντο RP * 9:33 ὀνόματι Αἰνέαν WH Treg NA28 ] Αἰνέαν ὀνόματι RP 9:33 κραβάττου WH Treg NA28 ] κραββάτῳ RP 9:34 Χριστός WH Treg NA28 ] ὁ χριστός RP § 9:35 Σαρῶνα WH Treg NA28 ] Ἀσσάρωνα RP * 9:36 ἔργων ἀγαθῶν WH Treg NA28 ] ἀγαθῶν ἔργων RP 9:37 ἔθηκαν αὐτὴν Treg NA28 ] αὐτὴν ἔθηκαν RP; ἔθηκαν WH 9:38 δύο ἄνδρας WH Treg NA28 ] – RP § 9:38 ὀκνήσῃς WH Treg NA28 ] ὀκνῆσαι RP * 9:38 ἡμῶν WH Treg NA28 ] αὐτῶν RP 9:40 καὶ WH Treg NA28 ] – RP 9:42 τῆς Treg NA28 RP ] – WH § 9:42 ἐπίστευσαν πολλοὶ WH Treg NA28 ] πολλοὶ ἐπίστευσαν RP * 9:43 δὲ WH NA28 RP ] + αὐτὸν Treg 9:43 μεῖναι WH Treg NA28 ] + αὐτὸν RP