11
Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲΜαριὰμ* ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ Ἰησοῦς εἶπεν· Αὕτη ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς. ἠγάπα δὲ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκαὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶαὐτῷ Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.
17 Ἐλθὼν οὖν Ἰησοῦς εὗρεν αὐτὸν τέσσαραςἤδη ἡμέρας§ ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ*Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸςτὴνΜάρθαν καὶΜαριὰμ§ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦἀδελφοῦ* 20  οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· ⸀Μαρίαδὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖνΜάρθα πρὸςτὸν§Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδεοὐκ ἂν ἀπέθανεν ἀδελφός μου*· 22 καὶνῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι θεός. 23 λέγει αὐτῇ Ἰησοῦς· Ἀναστήσεται ἀδελφός σου. 24 λέγει αὐτῷΜάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ Ἰησοῦς· Ἐγώ εἰμι ἀνάστασις καὶ ζωή· πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ χριστὸς υἱὸς τοῦ θεοῦ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶτοῦτο§εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησενΜαριὰμ*τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε. 29 ἐκείνηδὲὡς ἤκουσενἠγέρθηταχὺ καὶἤρχετο§πρὸς αὐτόν· 30 οὔπω δὲ ἐληλύθει Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦνἔτι*ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ Μάρθα. 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴνΜαριὰμὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇδόξαντεςὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ. 32  οὖνΜαριὰμ§ὡς ἦλθεν ὅπουἦν*Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦπρὸςτοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄνμου ἀπέθανεν ἀδελφός. 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν, 34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε. 35 ἐδάκρυσεν Ἰησοῦς. 36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν. 37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ. 39 λέγει Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἀδελφὴ τοῦ ⸀τετελευτηκότος§Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν. 40 λέγει αὐτῇ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ⸀ὄψῃ*τὴν δόξαν τοῦ θεοῦ; 41 ἦραν οὖν τὸνλίθον δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας. 43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω. 44 ἐξῆλθεν τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγειαὐτοῖς Ἰησοῦς§· Λύσατε αὐτὸν*καὶ ἄφετεαὐτὸν ὑπάγειν.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴνΜαριὰμκαὶ θεασάμενοιἐποίησεν§ ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἐποίησεν*Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ἄνθρωπος πολλὰποιεῖ σημεῖα; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲλογίζεσθεὅτι συμφέρειὑμῖν§ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπʼ ἐκείνης οὖν τῆς ἡμέραςἐβουλεύσαντο*ἵνα ἀποκτείνωσιν αὐτόν.
54  οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖἔμεινενμετὰ τῶνμαθητῶν§
55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισανδὲ*οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοιἐντολὰςἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
* 11:2 Μαριὰμ WH Treg NA28 ] Μαρία RP 11:9 ὧραί εἰσιν WH Treg NA28 ] εἰσιν ὧραί RP 11:12 αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP § 11:17 ἤδη ἡμέρας WH Treg NA28 ] ἡμέρας ἤδη RP * 11:18 ἡ Treg NA28 RP ] – WH 11:19 πολλοὶ δὲ WH Treg NA28 ] καὶ πολλοὶ RP 11:19 τὴν WH Treg NA28 ] τὰς περὶ RP § 11:19 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP * 11:19 ἀδελφοῦ WH Treg NA28 ] + αὐτῶν RP 11:20 Μαρία Treg RP ] Μαριὰμ WH NA28 11:21 ἡ WH Treg NA28 ] – RP § 11:21 τὸν Treg NA28 RP ] – WH * 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NA28 ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NA28 RP 11:24 ἡ WH Treg NA28 ] – RP § 11:28 τοῦτο WH Treg NA28 ] ταῦτα RP * 11:28 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP 11:29 δὲ WH Treg NA28 ] – RP 11:29 ἠγέρθη WH Treg NA28 ] ἐγείρεται RP § 11:29 ἤρχετο WH Treg NA28 ] ἔρχεται RP * 11:30 ἔτι WH Treg NA28 ] – RP 11:31 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP 11:31 δόξαντες WH Treg NA28 ] λέγοντες RP § 11:32 Μαριὰμ WH Treg NA28 ] Μαρία RP * 11:32 ἦν WH Treg NA28 ] + ὁ RP 11:32 πρὸς WH Treg NA28 ] εἰς RP 11:32 μου ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν μου RP § 11:39 τετελευτηκότος WH NA28 ] τελευτηκότος Treg; τεθνηκότος RP * 11:40 ὄψῃ WH Treg NA28 ] ὄψει RP 11:41 λίθον WH Treg NA28 ] + οὗ ἦν ὁ τεθνηκὼς κειμένος RP 11:44 ἐξῆλθεν WH Treg NA28 ] Καὶ ἐξῆλθεν RP § 11:44 αὐτοῖς ὁ Ἰησοῦς Treg NA28 RP ] ὁ Ἰησοῦς αὐτοῖς WH * 11:44 αὐτὸν WH Treg NA28 ] – RP 11:45 Μαριὰμ WH Treg NA28 ] Μαρίαν RP 11:45 ἃ RP NA28 ] ὃ WH Treg § 11:45 ἐποίησεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP * 11:46 ἐποίησεν WH Treg NA28 ] + ὁ RP 11:47 ποιεῖ σημεῖα WH Treg NA28 ] σημεῖα ποιεῖ RP 11:50 λογίζεσθε WH Treg NA28 ] διαλογίζεσθε RP § 11:50 ὑμῖν WH Treg NA28 ] ἡμῖν RP * 11:53 ἐβουλεύσαντο WH Treg NA28 ] συνεβουλεύσαντο RP 11:54 Ὁ οὖν Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς οὖν RP 11:54 ἔμεινεν WH Treg NA28 ] διέτριβεν RP § 11:54 μαθητῶν WH Treg NA28 ] + αὐτοῦ RP * 11:57 δὲ WH Treg NA28 ] + καὶ RP 11:57 ἐντολὰς WH Treg NA28 ] ἐντολήν RP