10
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. τούτῳ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβαταφωνεῖ*κατʼ ὄνομα καὶ ἐξάγει αὐτά. ὅταντὰ ἴδιαπάνταἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ⸀ἀκολουθήσουσιν§ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίναἦν* ἐλάλει αὐτοῖς.
Εἶπεν οὖν πάλιναὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖνὅτιἐγώ εἰμι θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθονπρὸ ἐμοῦ§ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10  κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
11 Ἐγώ εἰμι ποιμὴν καλός· ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 μισθωτὸς*καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκἔστιντὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγεικαὶ λύκος ἁρπάζει αὐτὰ καὶσκορπίζει 13 ὅτι§μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ποιμὴν καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά*, 15 καθὼς γινώσκει με πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖναδεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονταιμία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτόμε πατὴρ§ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶςαἴρει*αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 Σχίσμαπάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ἄλλοιἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺςἀνοῖξαι§
22 Ἐγένετοτότε*τὰ ἐγκαίνια ἐντοῖςἹεροσολύμοις· ⸀χειμὼνἦν, 23 καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷτοῦ§Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ* ἐστὲ ἐκ τῶν προβάτων τῶνἐμῶν 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μουἀκούουσιν κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼδίδωμι αὐτοῖς ζωὴν αἰώνιον§, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29  πατήρ μου*δέδωκένμοιπάντων μεῖζων ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦπατρός§ 30 ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασανοὖν*πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Πολλὰἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦπατρός διὰ ποῖον αὐτῶν ἔργονἐμὲ λιθάζετε§; 33 ἀπεκρίθησαν αὐτῷ οἱἸουδαῖοι* Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶνὅτιἘγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι γραφή, 36 ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοιςπιστεύετε ἵνα γνῶτε καὶ ⸀γινώσκητε§ὅτι ἐν ἐμοὶ πατὴρ κἀγὼ ἐντῷ πατρί*. 39 ἐζήτουν οὖνπάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶπολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.
* 10:3 φωνεῖ WH Treg NA28 ] καλεῖ RP 10:4 ὅταν WH Treg NA28 ] Καὶ ὅταν RP 10:4 πάντα WH Treg NA28 ] πρόβατα RP § 10:5 ἀκολουθήσουσιν WH Treg NA28 ] ἀκολουθήσωσιν RP * 10:6 ἦν WH NA28 RP ] ᾖ Treg 10:7 αὐτοῖς Treg RP ] – WH NA28 10:7 ὅτι NA28 RP ] – WH Treg § 10:8 πρὸ ἐμοῦ WH Treg NA28 ] – RP * 10:12 μισθωτὸς WH NA28 ] + δέ Treg RP 10:12 ἔστιν WH Treg NA28 ] εἰσιν RP 10:12 σκορπίζει WH Treg NA28 ] + τὰ πρόβατα RP § 10:13 ὅτι WH Treg NA28 ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RP * 10:14 γινώσκουσί με τὰ ἐμά WH Treg NA28 ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP 10:16 δεῖ με WH Treg NA28 ] με δεῖ RP 10:16 γενήσονται WH Treg NA28 ] γενήσεται RP § 10:17 με ὁ πατὴρ WH Treg NA28 ] ὁ πατήρ με RP * 10:18 αἴρει Treg NA28 RP ] ἦρεν WH 10:19 Σχίσμα WH Treg NA28 ] + οὖν RP 10:21 ἄλλοι WH Treg RP NA28 ] + δὲ NIV § 10:21 ἀνοῖξαι WH Treg NA28 ] ἀνοίγειν RP * 10:22 τότε WH NA28 ] δὲ Treg RP 10:22 τοῖς WH Treg NA28 ] – RP 10:22 χειμὼν WH Treg NA28 ] καὶ χειμὼν RP § 10:23 τοῦ WH Treg NA28 ] – RP * 10:26 ὅτι οὐκ WH Treg NA28 ] οὐ γάρ RP 10:26 ἐμῶν WH Treg NA28 ] + καθὼς εἶπον ὑμῖν RP 10:27 ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP § 10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NA28 ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP * 10:29 ὃ WH Treg NA28 ] ὃς NIV RP 10:29 μοι WH Treg RP NA28 ] + αὐτὰ NIV 10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA28; μείζων πάντων NIV RP § 10:29 πατρός WH NA28 ] + μου Treg RP * 10:31 οὖν Treg RP ] – WH NA28 10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NA28 ] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH 10:32 πατρός WH NA28 ] + μου Treg RP § 10:32 ἐμὲ λιθάζετε WH Treg NA28 ] λιθάζετε ἐμὲ RP * 10:33 Ἰουδαῖοι WH Treg NA28 ] + λέγοντες RP 10:34 ὅτι WH Treg NA28 ] – RP 10:38 πιστεύετε WH Treg NA28 ] πιστεύσατε RP § 10:38 γινώσκητε WH Treg NA28 ] πιστεύσητε RP * 10:38 τῷ πατρί WH Treg NA28 ] αὐτῷ RP 10:39 πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NA28 10:42 πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NA28 ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP