9
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. ἡμᾶς*δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ , φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶἐπέχρισεναὐτοῦτὸν πηλὸν ἐπὶ τοὺςὀφθαλμούς§ καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ( ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης*ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοιἔλεγον· Οὐχί, ἀλλὰὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· ⸀Πῶςἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθηἐκεῖνος§ ἄνθρωπος * λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοιὅτιὝπαγε εἰςτὸνΣιλωὰμ καὶ νίψαι· ἀπελθὼνοὖν§καὶ νιψάμενος ἀνέβλεψα. 12 καὶ εἶπαν* αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατονἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· ⸂Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ⸀ἄλλοι§ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσινοὖν*τῷ τυφλῷ πάλιν· ⸂Τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; δὲ εἶπεν ὅτι Προφήτης ἐστίν.
18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτιἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦτοῦ ἀναβλέψαντος§ 19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖνβλέπει ἄρτι*; 20 ἀπεκρίθησανοὖνοἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· Οἴδαμεν ὅτι οὗτός ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· ⸂αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει⸃, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν ⸀ἐπερωτήσατε§
24 Ἐφώνησαν οὖντὸν ἄνθρωπον ἐκ δευτέρου* ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτιοὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖνἐκεῖνος Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπονοὖν αὐτῷ§· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ἐλοιδόρησαν*αὐτὸν καὶ εἶπον· Σὺμαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐντούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν§ὅτιἁμαρτωλῶν θεὸς* οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 ἬκουσενἸησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸνεἶπεν Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦἀνθρώπου§ 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπεν*αὐτῷ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38  δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 39 καὶ εἶπεν Ἰησοῦς· Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 40 ἤκουσανἐκ τῶν Φαρισαίων ταῦτα οἱμετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ· Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; 41 εἶπεν αὐτοῖς Ἰησοῦς· Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι Βλέπομεν· ⸀§ἁμαρτία ὑμῶν μένει.
* 9:4 ἡμᾶς WH Treg NA28 ] Ἐμὲ RP 9:6 ἐπέχρισεν Treg NA28 RP ] ἐπέθηκεν WH 9:6 αὐτοῦ WH Treg NA28 ] – RP § 9:6 ὀφθαλμούς WH Treg NA28 ] + τοῦ τυφλοῦ RP * 9:8 προσαίτης WH Treg NA28 ] τυφλὸς RP 9:9 ἔλεγον Οὐχί ἀλλὰ WH Treg NA28 ] δὲ ὅτι RP 9:10 Πῶς Treg RP ] + οὖν WH NA28 § 9:11 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP * 9:11 Ὁ ἄνθρωπος ὁ WH Treg NA28 ] Ἄνθρωπος RP 9:11 ὅτι WH Treg NA28 ] – RP 9:11 τὸν WH Treg NA28 ] τὴν κολυμβήθραν τοῦ RP § 9:11 οὖν WH Treg NA28 ] δὲ RP * 9:12 καὶ εἶπαν WH Treg NA28 ] Εἶπον οὖν RP 9:14 ἐν ᾗ ἡμέρᾳ WH Treg NA28 ] ὅτε RP 9:16 Οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ὁ ἄνθρωπος WH Treg NA28 ] Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ RP § 9:16 ἄλλοι Treg RP ] + δὲ WH NA28 * 9:17 οὖν WH Treg NA28 ] – RP 9:17 Τί σὺ WH Treg NA28 ] Σὺ τί RP 9:18 ἦν τυφλὸς WH Treg NA28 ] τυφλὸς ἦν RP § 9:18 τοῦ ἀναβλέψαντος WH Treg RP NA28 ] – NIV * 9:19 βλέπει ἄρτι WH Treg NA28 ] ἄρτι βλέπει RP 9:20 οὖν WH Treg NA28 ] δὲ αὐτοῖς RP 9:21 αὐτὸν ἐρωτήσατε ἡλικίαν ἔχει WH Treg NA28 ] αὐτὸς ἡλικίαν ἔχει αὐτὸν ἐρωτήσατε RP § 9:23 ἐπερωτήσατε WH NA28 ] ἐρωτήσατε Treg RP * 9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NA28 ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP 9:24 οὗτος ὁ ἄνθρωπος WH NA28 ] ὁ ἄνθρωπος οὗτος Treg RP 9:25 ἐκεῖνος WH Treg NA28 ] + καὶ εἶπεν RP § 9:26 οὖν αὐτῷ WH Treg NA28 ] δὲ αὐτῷ πάλιν RP * 9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NA28; οἱ δὲ ἐλοιδόρησαν Treg 9:28 μαθητὴς εἶ WH Treg NA28 ] εἶ μαθητὴς RP 9:30 τούτῳ γὰρ τὸ WH Treg NA28 ] γὰρ τούτῳ RP § 9:31 οἴδαμεν WH Treg NA28 ] + δὲ RP * 9:31 ἁμαρτωλῶν ὁ θεὸς NA28 RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg 9:35 Ἤκουσεν WH NA28 ] + ὁ Treg RP 9:35 εἶπεν WH NA28 ] + αὐτῷ Treg RP § 9:35 ἀνθρώπου WH NA28 ] θεοῦ Treg RP * 9:37 εἶπεν WH Treg NA28 ] + δὲ RP 9:40 ἤκουσαν WH Treg NA28 ] Καὶ ἤκουσαν RP 9:40 μετʼ αὐτοῦ ὄντες WH Treg NA28 ] ὄντες μετʼ αὐτοῦ RP § 9:41 ἡ WH Treg NA28 ] + οὖν RP