8
Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος Ἰησοῦς, καὶ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11  δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧
12 Πάλιν οὖν αὐτοῖςἐλάλησεν Ἰησοῦς* λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀκολουθῶνἐμοὶοὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαιποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴἀληθινή§ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ πέμψας με πατήρ. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μουἂν ᾔδειτε*. 20 ταῦτα τὰ ῥήματαἐλάλησενἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ.
21 Εἶπεν οὖν πάλιναὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; 23 καὶἔλεγεν§αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκτούτου τοῦ κόσμου* ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. 24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεναὐτοῖς Ἰησοῦς· Τὴν ἀρχὴν τι καὶ λαλῶ ὑμῖν; 26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἤκουσα παρʼ αὐτοῦ ταῦταλαλῶ§εἰς τὸν κόσμον. 27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 28 εἶπενοὖν* Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με πατὴρταῦτα λαλῶ. 29 καὶ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν μεμόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31 Ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, 32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 33 ἀπεκρίθησανπρὸς αὐτόν§· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
34 Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας· 35 *δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ υἱὸς μένει εἰς τὸν αἰῶνα. 36 ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 38  ἐγὼ ἑώρακα παρὰ τῷπατρὶλαλῶ· καὶ ὑμεῖς οὖν ἠκούσατε§ παρὰτοῦ πατρὸς* ποιεῖτε.
39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμἐστε τὰ ἔργα τοῦ Ἀβραὰμἐποιεῖτε 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαν§αὐτῷ· Ἡμεῖς ἐκ πορνείαςοὐ γεγεννήμεθα*· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 42 εἶπεναὐτοῖς Ἰησοῦς· Εἰ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳοὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ§ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47  ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
48 Ἀπεκρίθησαν*οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; 49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸνἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 εἶποναὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνασεαυτὸν§ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼδοξάσω*ἐμαυτόν, δόξα μου οὐδέν ἐστιν· ἔστιν πατήρ μου δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸςἡμῶνἐστιν, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιοςὑμῖνψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεναὐτοῖς§Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦἱεροῦ*
* 8:12 ἐλάλησεν ὁ Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς ἐλάλησεν RP 8:12 ἐμοὶ NA28 RP ] μοι WH Treg 8:14 ἢ WH Treg NA28 ] καὶ RP § 8:16 ἀληθινή WH Treg NA28 ] ἀληθής RP * 8:19 ἂν ᾔδειτε WH Treg NA28 ] ᾔδειτε ἂν RP 8:20 ἐλάλησεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP 8:21 αὐτοῖς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP § 8:23 ἔλεγεν WH Treg NA28 ] εἶπεν RP * 8:23 τούτου τοῦ κόσμου WH Treg NA28 ] τοῦ κόσμου τούτου RP 8:25 εἶπεν WH Treg NA28 ] Καὶ εἶπεν RP 8:25 ὅ τι Treg NA28 RP ] ὅτι WH § 8:26 λαλῶ WH Treg NA28 ] λὲγω RP * 8:28 οὖν WH Treg NIV ] + αὐτοῖς RP NA28 8:28 πατὴρ WH Treg NA28 ] + μου RP 8:29 μόνον WH Treg NA28 ] ὁ πατήρ RP § 8:33 πρὸς αὐτόν WH Treg NA28 ] αὐτῷ RP * 8:35 ὁ WH Treg RP NA28 ] + δὲ NIV 8:38 ἃ ἐγὼ WH Treg NA28 ] Ἐγὼ ὃ RP 8:38 πατρὶ WH Treg NA28 ] + μου RP § 8:38 ἃ ἠκούσατε WH Treg NA28 ] ὃ ἑωράκατε RP * 8:38 τοῦ πατρὸς WH Treg NA28 ] + ὑμῶν NIV; τῷ πατρὶ ὑμῶν RP 8:39 ἐστε WH Treg NA28 ] ἦτε NIV RP 8:39 ἐποιεῖτε Treg NA28 RP ] ποιεῖτε WH § 8:41 εἶπαν WH Treg NIV ] + οὖν RP NA28 * 8:41 οὐ γεγεννήμεθα NA28 RP ] οὐκ ἐγεννήθημεν WH Treg 8:42 εἶπεν WH Treg NA28 ] + οὖν RP 8:44 οὐκ ἔστηκεν WH NA28 ] οὐχ ἕστηκεν Treg RP § 8:46 εἰ WH Treg NA28 ] + δὲ RP * 8:48 Ἀπεκρίθησαν WH Treg NA28 ] + οὖν RP 8:51 ἐμὸν λόγον WH Treg NA28 ] λόγον τὸν ἐμὸν RP 8:52 εἶπον WH Treg ] + οὖν NA28 RP § 8:53 σεαυτὸν WH Treg NA28 ] + σὺ RP * 8:54 δοξάσω WH Treg NA28 ] δοξάζω RP 8:54 ἡμῶν Treg NA28 RP ] ὑμῶν WH 8:55 ὑμῖν WH Treg NA28 ] ὑμῶν RP § 8:58 αὐτοῖς WH Treg NA28 ] + ὁ RP * 8:59 ἱεροῦ WH Treg NA28 ] + διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως RP