7
Καὶμετὰ ταῦτα περιεπάτει Ἰησοῦς* ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσινσοῦ τὰ ἔργα ποιεῖς· οὐδεὶς γάρτι ἐν κρυπτῷ§ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς Ἰησοῦς· καιρὸς ἐμὸς οὔπω πάρεστιν, δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴνἑορτήν* ἐγὼοὐκἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται. ταῦταδὲ§εἰπὼναὐτὸς*ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦεἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸςπερὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοιδὲ§ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσηςἀνέβη*Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖςἸησοῦς καὶ εἶπεν· ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. 18  ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
19 Οὐ Μωϋσῆςδέδωκεν§ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; 20 ἀπεκρίθη ὄχλος* Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήνοὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρωνκαὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 εἰ περιτομὴνλαμβάνειἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 μὴ κρίνετεκατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσινκρίνετε.
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτόςἐστιν§ χριστός; 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 29 ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. 30 ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ. 31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ* ἐπίστευσαν εἰς αὐτόν, καὶἔλεγον χριστὸς ὅταν ἔλθῃμὴπλείονασημεῖα§ποιήσει ὧν οὗτος ἐποίησεν;
32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλανοἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας* ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν Ἰησοῦς· Ἔτιχρόνον μικρὸν μεθʼ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχεὑρήσετε καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν λόγος οὗτος§ ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχεὑρήσετε* καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38  πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματοςοὗἔμελλον λαμβάνειν οἱπιστεύσαντεςεἰς αὐτόν· οὔπω γὰρ ἦνπνεῦμα§ ὅτι Ἰησοῦςοὐδέπω*ἐδοξάσθη.
40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντεςτῶν λόγων τούτωνἔλεγον§ Οὗτός ἐστιν ἀληθῶς προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν χριστός· ⸂οἱ δὲ* ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας χριστὸς ἔρχεται; 42 οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸂ἔρχεται χριστός; 43 σχίσμα οὖνἐγένετο ἐν τῷ ὄχλῳ§ διʼ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶςἐπέβαλεν*ἐπʼ αὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτεἐλάλησεν οὕτωςἄνθρωπος 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων; 49 ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ⸀ἐπάρατοί§εἰσιν. 50 λέγει Νικόδημος πρὸς αὐτούς, ἐλθὼν*πρὸς αὐτὸνπρότερον εἷς ὢν ἐξ αὐτῶν· 51 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃπρῶτον παρʼ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτιἐκ τῆς Γαλιλαίας προφήτης§ οὐκἐγείρεται*
53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
* 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NA28 ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP 7:3 θεωρήσουσιν WH Treg NA28 ] θεωρήσωσιν RP 7:3 σοῦ τὰ ἔργα WH Treg NA28 ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV § 7:4 τι ἐν κρυπτῷ WH Treg NA28 ] ἐν κρυπτῷ τι RP * 7:8 ἑορτήν WH Treg NA28 ] + ταύτην RP 7:8 οὐκ Treg NA28 ] οὔπω WH NIV RP 7:8 ἐμὸς καιρὸς WH Treg NA28 ] καιρὸς ὁ ἐμὸς RP § 7:9 δὲ WH NA28 RP ] – Treg * 7:9 αὐτὸς Treg NA28 ] αὐτοῖς WH RP 7:10 εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NA28 ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP 7:12 περὶ αὐτοῦ ἦν πολὺς WH Treg NA28 ] πολὺς περὶ αὐτοῦ ἦν RP § 7:12 δὲ WH Treg NA28 ] – RP * 7:14 ἀνέβη WH Treg NA28 ] + ὁ RP 7:15 ἐθαύμαζον οὖν WH Treg NA28 ] Καὶ ἐθαύμαζον RP 7:16 ὁ NA28 RP ] – WH Treg § 7:19 δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg * 7:20 ὄχλος WH Treg NA28 ] + καὶ εἶπεν RP 7:23 λαμβάνει Treg NA28 RP ] + ὁ WH 7:24 κρίνετε WH Treg NA28 ] κρίνατε RP § 7:26 ἐστιν WH Treg NA28 ] + ἀληθῶς RP * 7:31 ἐκ τοῦ ὄχλου δὲ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP 7:31 ἔλεγον WH Treg NA28 ] + ὅτι RP 7:31 μὴ WH Treg NA28 ] μήτι RP § 7:31 σημεῖα WH Treg NA28 ] + τούτων RP * 7:32 οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NA28 ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP 7:33 χρόνον μικρὸν WH Treg NA28 ] μικρὸν χρόνον RP 7:34 εὑρήσετε Treg RP ] + με WH NA28 § 7:36 ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP * 7:36 εὑρήσετε Treg RP ] + με WH NA28 7:39 οὗ WH Treg RP ] ὃ NA28 7:39 πιστεύσαντες WH Treg NA28 ] πιστεύοντες RP § 7:39 πνεῦμα WH NA28 ] + ἅγιον Treg RP; + δεδομένον NIV * 7:39 οὐδέπω NA28 RP ] οὔπω WH Treg 7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NA28 ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP 7:40 τῶν λόγων τούτων WH Treg NA28 ] τὸν λόγον RP § 7:40 ἔλεγον Treg NA28 RP ] + ὅτι WH * 7:41 οἱ δὲ WH Treg NA28 ] Ἄλλοι RP 7:42 οὐχ WH Treg NA28 ] Οὐχὶ RP 7:42 ἔρχεται ὁ χριστός WH Treg NA28 ] ὁ χριστός ἔρχεται RP § 7:43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NA28 ] ἐν τῷ ὄχλῳ ἐγένετο RP * 7:44 ἐπέβαλεν NA28 RP ] ἔβαλεν WH Treg 7:46 ἐλάλησεν οὕτως WH Treg NA28 ] οὕτως ἐλάλησεν RP 7:46 ἄνθρωπος WH NA28 ] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP § 7:49 ἐπάρατοί WH Treg NA28 ] ἐπικατάρατοί RP * 7:50 ἐλθὼν WH Treg NA28 ] + νυκτὸς RP 7:50 πρότερον WH Treg ] τὸ πρότερον NA28; – RP 7:51 πρῶτον παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ πρότερον RP § 7:52 ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NA28 ] προφήτης ἐκ τῆς Γαλιλαίας RP * 7:52 ἐγείρεται WH Treg NA28 ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.