6
Μετὰ ταῦτα ἀπῆλθεν Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. ἠκολούθει δὲ* αὐτῷ ὄχλος πολύς, ὅτιἐθεώρουντὰ σημεῖα ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν δὲ εἰς τὸὄροςἸησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἑορτὴ τῶν Ἰουδαίων. ἐπάρας οὖντοὺς ὀφθαλμοὺς Ἰησοῦς§ καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς*αὐτὸν λέγειπρὸς Φίλιππον· Πόθενἀγοράσωμενἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. ἀπεκρίθηαὐτῷΦίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵναἕκαστος§βραχύτι*λάβῃ. λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστινπαιδάριονὧδεὃςἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; 10 εἶπεν§ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸνὡς*πεντακισχίλιοι. 11 ἔλαβενοὖντοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαριστήσαςδιέδωκεντοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. 12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ· Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. 13 συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ⸀ἐπερίσσευσαν§τοῖς βεβρωκόσιν. 14 οἱ οὖν ἄνθρωποι ἰδόντες ἐποίησεν σημεῖον*ἔλεγονὅτι Οὗτός ἐστιν ἀληθῶς προφήτης ἐρχόμενος εἰς τὸν κόσμον.
15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵναποιήσωσινβασιλέα ἀνεχώρησενπάλιν§εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17 καὶ ἐμβάντεςεἰς*πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶοὔπωἐληλύθει πρὸς αὐτοὺς Ἰησοῦς, 18  τε θάλασσα ἀνέμου μεγάλου πνέοντος ⸀διεγείρετο 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20  δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι, μὴ φοβεῖσθε. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέωςἐγένετο τὸ πλοῖον§ ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τῇ ἐπαύριον ὄχλος ἑστηκὼς πέραν τῆς θαλάσσηςεἶδον*ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴἕν καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ Ἰησοῦς εἰς τὸπλοῖονἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 ἀλλὰ§ἦλθενπλοιάρια*ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰπλοιάριακαὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ πατὴρ ἐσφράγισεν θεός. 28 εἶπον οὖν πρὸς αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ θεοῦ; 29 ἀπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵναπιστεύητε§εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆςδέδωκεν*ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33  γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 Εἶπεναὐτοῖς Ἰησοῦς· Ἐγώ εἰμι ἄρτος τῆς ζωῆς· ἐρχόμενος πρὸς ἐμὲοὐ μὴ πεινάσῃ, καὶ πιστεύων εἰςἐμὲ οὐ μὴδιψήσει§πώποτε. 36 ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν δίδωσίν μοι πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμε*ον πρόςμε οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκαἀπὸτοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντόςμεἵνα πᾶν δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσωαὐτὸ§τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτογάρ*ἐστιν τὸ θέλημα τοῦπατρός μου ἵνα πᾶς θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸνἐγὼτῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ἄρτος καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· ⸀Οὐχ§οὗτός ἐστιν Ἰησοῦς υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶςνῦν*λέγειὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 ἀπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετʼ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρόςμε§ἐὰν μὴ πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· ⸀πᾶς*ἀκούσαςπαρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸςἐμέ 46 οὐχ ὅτι τὸν πατέραἑώρακέν τις§ εἰ μὴ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, πιστεύων*ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγονἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ἄρτος ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτουζήσειεἰς τὸν αἰῶνα, καὶ ἄρτος δὲ ὃν ἐγὼ δώσω σάρξ μούἐστιν§ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκααὐτοῦ*φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54  τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55  γὰρ σάρξ μουἀληθήςἐστι βρῶσις, καὶ τὸ αἷμά μουἀληθήςἐστι πόσις. 56  τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ τρώγων με κἀκεῖνοςζήσει§διʼ ἐμέ. 58 οὗτός ἐστιν ἄρτος ἐξ*οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱπατέρεςκαὶ ἀπέθανον· τρώγων τοῦτον τὸν ἄρτονζήσειεἰς τὸν αἰῶνα. 59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν λόγος οὗτος§· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἐγὼλελάληκα*ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦπατρός
66 Ἐκ τούτου πολλοὶἐκτῶν μαθητῶν αὐτοῦ ἀπῆλθον§ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 ἀπεκρίθη*αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ἅγιοςτοῦθεοῦ 70 ἀπεκρίθη αὐτοῖς Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν ΣίμωνοςἸσκαριώτου§ οὗτος γὰρ ἔμελλενπαραδιδόναι αὐτόν*, ⸀εἷςἐκ τῶν δώδεκα.
* 6:2 ἠκολούθει δὲ WH Treg NA28 ] καὶ ἠκολούθει RP 6:2 ἐθεώρουν WH Treg NA28 ] ἑώρων αὐτοῦ RP 6:3 ὄρος WH Treg NA28 ] + ὁ RP § 6:5 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP * 6:5 πρὸς WH Treg NA28 ] + τὸν RP 6:5 ἀγοράσωμεν WH Treg NA28 ] ἀγοράσομεν RP 6:7 αὐτῷ WH Treg RP ] + ὁ NA28 § 6:7 ἕκαστος WH Treg NA28 ] + αὐτῶν RP * 6:7 τι RP NA28 ] – WH Treg 6:9 παιδάριον WH Treg NA28 ] + ἓν RP 6:9 ὃς WH Treg NA28 ] ὃ RP § 6:10 εἶπεν WH Treg NA28 ] + δὲ RP * 6:10 ὡς WH Treg NA28 ] ὡσεὶ RP 6:11 οὖν WH Treg NA28 ] δὲ RP 6:11 διέδωκεν WH Treg NA28 ] + τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ RP § 6:13 ἐπερίσσευσαν WH Treg NA28 ] ἐπερίσσευσεν RP * 6:14 ὃ ἐποίησεν σημεῖον Treg NA28 RP ] ἃ ἐποίησεν σημεῖα WH 6:14 ἔλεγον WH Treg NA28 ] ὁ Ἰησοῦς ἔλεγον RP 6:15 ποιήσωσιν WH Treg NA28 ] + αὐτὸν RP § 6:15 πάλιν WH Treg NA28 ] – RP * 6:17 εἰς WH Treg NA28 ] + τὸ RP 6:17 οὔπω WH Treg NA28 ] οὐκ RP 6:18 διεγείρετο WH Treg NA28 ] διηγείρετο RP § 6:21 ἐγένετο τὸ πλοῖον WH Treg NA28 ] τὸ πλοῖον ἐγένετο RP * 6:22 εἶδον WH Treg NA28 ] ἰδὼν RP 6:22 ἕν WH Treg NA28 ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP 6:22 πλοῖον WH Treg NA28 ] πλοιάριον RP § 6:23 ἀλλὰ WH Treg ] ἄλλα NA28; ἄλλα δὲ RP * 6:23 πλοιάρια Treg NA28 RP ] πλοῖα WH 6:24 πλοιάρια WH Treg NA28 ] πλοῖα RP 6:29 ὁ WH Treg NA28 ] – RP § 6:29 πιστεύητε WH Treg NA28 ] πιστεύσητε RP * 6:32 δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg 6:35 Εἶπεν WH Treg NA28 ] + οὖν NIV; + δὲ RP 6:35 ἐμὲ WH Treg NA28 ] με RP § 6:35 διψήσει WH Treg NA28 ] διψήσῃ RP * 6:37 με WH Treg RP ] ἐμὲ NA28 6:38 ἀπὸ WH Treg NA28 ] ἐκ RP 6:39 με WH Treg NA28 ] + πατρός RP § 6:39 αὐτὸ WH Treg RP ] + ἐν NA28 * 6:40 γάρ WH Treg NA28 ] δέ RP 6:40 πατρός μου WH Treg NA28 ] πέμψαντός με RP 6:40 ἐγὼ WH Treg RP ] + ἐν NA28 § 6:42 Οὐχ NA28 RP ] Οὐχὶ WH Treg * 6:42 νῦν WH Treg NA28 ] οὖν RP 6:42 λέγει WH Treg NA28 ] + οὗτος RP 6:43 ἀπεκρίθη WH Treg NA28 ] + οὖν ὁ RP § 6:44 με WH Treg NA28 ] ἐμέ RP * 6:45 πᾶς WH Treg NA28 ] + οὖν RP 6:45 ἀκούσας WH Treg NA28 ] ἀκούων RP 6:45 ἐμέ WH Treg NA28 ] με RP § 6:46 ἑώρακέν τις WH Treg NA28 ] τις ἑώρακεν RP * 6:47 πιστεύων WH NA28 ] + εἰς ἐμέ Treg RP 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NA28 ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP 6:51 ζήσει WH NA28 ] ζήσεται Treg RP § 6:51 ἐστιν WH Treg NA28 ] + ἣν ἐγὼ δώσω RP * 6:52 αὐτοῦ WH NA28 ] – Treg RP 6:55 ⸀ἀληθής WH Treg NA28 ] ἀληθῶς RP 6:55 ⸁ἀληθής WH Treg NA28 ] ἀληθῶς RP § 6:57 ζήσει WH Treg NA28 ] ζήσεται RP * 6:58 ἐξ WH Treg NA28 ] ἐκ τοῦ RP 6:58 πατέρες WH Treg NA28 ] + ὑμῶν τὸ μάννα NIV RP 6:58 ζήσει WH Treg NA28 ] ζήσεται RP § 6:60 ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP * 6:63 λελάληκα WH Treg NA28 ] λαλῶ RP 6:65 πατρός WH Treg NA28 ] + μου RP 6:66 ἐκ WH Treg NA28 ] – RP § 6:66 τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NA28 ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP * 6:68 ἀπεκρίθη WH Treg NA28 ] + οὖν RP 6:69 ἅγιος WH Treg NA28 ] χριστὸς ὁ υἱὸς RP 6:69 θεοῦ WH Treg NA28 ] + τοῦ ζῶντος RP § 6:71 Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτην RP * 6:71 παραδιδόναι αὐτόν WH Treg NA28 ] αὐτὸν παραδιδόναι RP 6:71 εἷς WH Treg NA28 ] + ὢν RP