21
Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλονταςεἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν* πλουσίους. εἶδεν δέτιναχήραν πενιχρὰν βάλλουσαν ἐκεῖλεπτὰ δύο, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι χήρα πτωχὴ αὕτη§ πλεῖον πάντων ἔβαλεν· πάντες*γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰδῶρα αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆςπάντατὸν βίον ὃν εἶχεν ἔβαλεν.
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶλίθῳ§ὃς οὐ καταλυθήσεται.
Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μουλέγοντες* Ἐγώ εἰμι καί· καιρὸς ἤγγικεν· ⸀μὴπορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοικαὶ κατὰ τόπουςλιμοὶ καὶ λοιμοὶ§ ἔσονται, φόβητρά τε καὶσημεῖα ἀπʼ οὐρανοῦ μεγάλα* ἔσται.
12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰςχεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰςτὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ἀποβήσεται§ὑμῖν εἰς μαρτύριον. 14 ⸀θέτε*οὖνἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν οὐ δυνήσονταιἀντιστῆναι ἀντειπεῖνἅπαντες§οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶἀδελφῶν καὶ συγγενῶν καὶ φίλων*, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶνκτήσασθετὰς ψυχὰς ὑμῶν.
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸστρατοπέδωνἸερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς. 21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 23 οὐαὶ§ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶὀργὴ*τῷ λαῷ τούτῳ, 24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰςτὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχριοὗπληρωθῶσιν§καιροὶ ἐθνῶν.
25 Καὶἔσονται*σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχουςθαλάσσης καὶ σάλου, 26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ θεοῦ. 32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. 33  οὐρανὸς καὶ γῆπαρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσινὑμῶν αἱ καρδίαι§ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος* ἡμέρα ἐκείνη 35 ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 36 ἀγρυπνεῖτεδὲἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε§ἐκφυγεῖνταῦτα*πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
37 Ἦν δὲ τὰς ἡμέραςἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 38 καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
* 21:1 εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP 21:2 τινα WH Treg NA28 ] + καὶ RP 21:2 λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP § 21:3 ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28 * 21:4 πάντες WH NA28 ] ἅπαντες Treg RP 21:4 δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP 21:4 πάντα WH Treg NA28 ] ἅπαντα RP § 21:6 λίθῳ Treg NA28 RP ] + ὧδε WH * 21:8 λέγοντες WH NA28 ] + ὃτι Treg RP 21:8 μὴ WH Treg NA28 ] + οὖν RP 21:11 καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP § 21:11 λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg * 21:11 σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg 21:12 τὰς WH Treg NA28 ] – RP 21:12 ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RP § 21:13 ἀποβήσεται WH NA28 ] + δὲ Treg RP * 21:14 θέτε WH Treg NA28 ] Θέσθε RP 21:14 ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP 21:15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP § 21:15 ἅπαντες WH Treg NA28 ] πάντες RP * 21:16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP 21:19 κτήσασθε NA28 RP ] κτήσεσθε WH Treg 21:20 στρατοπέδων WH Treg NA28 ] + τὴν RP § 21:23 οὐαὶ WH Treg NA28 ] + δὲ RP * 21:23 ὀργὴ WH Treg NA28 ] + ἐν RP 21:24 τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP 21:24 οὗ WH Treg NA28 ] – RP § 21:24 πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WH * 21:25 ἔσονται WH Treg NA28 ] ἔσται RP 21:25 ἤχους WH Treg NA28 ] ἠχούσης RP 21:33 παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP § 21:34 ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg * 21:34 ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP 21:35 ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP 21:36 δὲ WH Treg NA28 ] οὖν RP § 21:36 κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP * 21:36 ταῦτα WH Treg NA28 ] – RP 21:37 ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg