22
Ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸνκαλούμενον*Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶςαὐτοῖς παραδῷ αὐτόν. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸνἄτερ ὄχλου αὐτοῖς.
Ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων, ⸀§ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλειςἑτοιμάσωμεν* 10  δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίανεἰς ἣν εἰσπορεύεται. 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼςεἰρήκειαὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
14 Καὶ ὅτε ἐγένετο ὥρα, ἀνέπεσεν καὶοἱ§ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖνὅτι*οὐ μὴ φάγωαὐτὸἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατεεἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, ⸀οὐ§μὴ πίω ἀπὸ τοῦνῦν ἀπὸ τοῦ* γενήματος τῆς ἀμπέλου ἕωςοὗ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.§ 20 καὶ τὸ ποτήριον ὡσαύτωςμετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. 21 πλὴν ἰδοὺ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 ὅτι υἱὸς μὲν* τοῦ ἀνθρώπουκατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25  δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ μείζων ἐν ὑμῖνγινέσθωὡς νεώτερος, καὶ ἡγούμενος ὡς διακονῶν· 27 τίς γὰρ μείζων, ἀνακείμενος διακονῶν; οὐχὶ ἀνακείμενος; ἐγὼ δὲἐν μέσῳ ὑμῶν εἰμι§ ὡς διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι πατήρ μου βασιλείαν, 30 ἵνα ⸀ἔσθητε*καὶ πίνητε ἐπὶ τῆς τραπέζης μουἐν τῇ βασιλείᾳ μου, καὶ ⸀καθήσεσθεἐπὶ θρόνωντὰς δώδεκα φυλὰς κρίνοντες§ τοῦ Ἰσραήλ.
31 Σίμων*Σίμων, ἰδοὺ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψαςστήρισοντοὺς ἀδελφούς σου. 33  δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34  δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσεισήμερον ἀλέκτωρἕως§τρίςμε ἀπαρνήσῃ εἰδέναι*.
35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπενδὲαὐτοῖς· Ἀλλὰ νῦν ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ μὴ ἔχων ⸀πωλησάτωτὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω§μάχαιραν. 37 λέγω γὰρ ὑμῖνὅτι*τοῦτο τὸγεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρτὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱμαθηταί 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλειπαρένεγκε§τοῦτο τὸ ποτήριον* ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸνγινέσθω 43 ὤφθη δὲ αὐτῷ ἄγγελοςἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν.§* 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρενκοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
47 Ἔτιαὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 Ἰησοῦς δὲ§ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν* Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶντοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεντὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦὠτίου§ἰάσατο αὐτόν. 52 εἶπενδὲ*Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατεμετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτηἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶεἰσήγαγον§εἰςτὴν οἰκίαν* τοῦ ἀρχιερέως· δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ⸀περιαψάντωνδὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶσυγκαθισάντωνἐκάθητο Πέτροςμέσος§αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57  δὲἠρνήσατο*λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ· δὲ Πέτροςἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη Πέτρος τοῦλόγου§τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαισήμερον*ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼνἔξωἔκλαυσεν πικρῶς.
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντεςαὐτὸνἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντεςαὐτὸν ἐπηρώτων§ λέγοντες· Προφήτευσον, τίς ἐστιν παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖςτε*καὶ γραμματεῖς, καὶἀπήγαγοναὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες· Εἰ σὺ εἶ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· 68 ἐὰνδὲἐρωτήσω, οὐ μὴἀποκριθῆτε§ 69 ἀπὸ τοῦ νῦνδὲ*ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. 70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ υἱὸς τοῦ θεοῦ; δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν· Τί ἔτιἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
* 22:3 καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP 22:4 αὐτοῖς παραδῷ αὐτόν WH Treg NA28 ] αὐτὸν παραδῷ αὐτοῖς RP 22:6 ἄτερ ὄχλου αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἄτερ ὄχλου RP § 22:7 ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA28 * 22:9 ἑτοιμάσωμεν WH Treg NA28 ] ἑτοιμάσομεν RP 22:10 εἰς ἣν WH Treg NA28 ] οὗ RP 22:13 εἰρήκει WH Treg NA28 ] εἴρηκεν RP § 22:14 οἱ WH Treg NA28 ] + δώδεκα RP * 22:16 ὅτι WH NA28 ] + οὐκέτι Treg RP 22:16 αὐτὸ WH Treg NA28 ] ἐξ αὐτοῦ RP 22:17 εἰς ἑαυτούς WH Treg NA28 ] ἑαυτοῖς RP § 22:18 οὐ WH Treg NIV ] ὅτι οὐ RP NA28 * 22:18 νῦν ἀπὸ τοῦ WH Treg NA28 ] – RP 22:18 οὗ WH Treg NA28 ] ὅτου RP 22:19 19–20 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NA28 RP ] ⟦WH⟧ § 22:19 καὶ τὸ ποτήριον ὡσαύτως Treg NA28 ⟦WH⟧ ] ὡσαύτως καὶ τὸ ποτήριον RP * 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NA28 ] καὶ ὁ μὲν υἱὸς RP 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NA28 ] πορεύεται κατὰ τὸ ὡρισμένον RP 22:26 γινέσθω WH Treg NA28 ] γενέσθω RP § 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NA28 ] εἰμι ἐν μέσῳ ὑμῶν RP * 22:30 ἔσθητε WH Treg NA28 ] ἐσθίητε RP 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NA28 ] – RP 22:30 καθήσεσθε NA28 Treg ] καθῆσθε WH; καθίσεσθε RP § 22:30 τὰς … φυλὰς κρίνοντες WH NA28 ] κρίνοντες τὰς … φυλὰς Treg RP * 22:31 Σίμων WH NA28 ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP 22:32 στήρισον WH Treg NA28 ] στήριξον RP 22:34 φωνήσει WH Treg NA28 ] μή φωνήσῃ RP § 22:34 ἕως WH Treg NA28 ] πρὶν ἢ RP * 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NA28 ] ἀπαρνήσῃ μή εἰδέναι με RP 22:36 δὲ WH Treg NA28 ] οὖν RP 22:36 πωλησάτω WH Treg NA28 ] πωλήσει RP § 22:36 ἀγορασάτω WH Treg NA28 ] ἀγοράσει RP * 22:37 ὅτι WH Treg NA28 ] + ἔτι RP 22:37 τὸ WH Treg NA28 ] τὰ RP 22:39 μαθηταί WH Treg NA28 ] + αὐτοῦ RP § 22:42 παρένεγκε WH Treg NA28 ] παρενεγκεῖν RP * 22:42 τοῦτο τὸ ποτήριον WH Treg NA28 ] τὸ ποτήριον τοῦτο RP 22:42 γινέσθω WH Treg NA28 ] γενέσθω RP 22:43 43–44 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NA28 RP ] ⟦WH⟧ § 22:43 ἀπʼ NA28 RP ] ἀπὸ τοῦ ⟦WH⟧ Treg * 22:43 καὶ ἐγένετο ⟦WH⟧ NA28 ] ἐγένετο δὲ Treg RP 22:45 κοιμωμένους αὐτοὺς WH Treg NA28 ] αὐτοὺς κοιμωμένους RP 22:47 Ἔτι WH Treg NA28 ] + δέ RP § 22:48 Ἰησοῦς δὲ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP * 22:49 εἶπαν WH Treg NA28 ] + αὐτῷ RP 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NA28 ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP 22:50 τὸ οὖς αὐτοῦ WH Treg NA28 ] αὐτοῦ τὸ οὖς RP § 22:51 ὠτίου WH Treg NA28 ] + αὐτοῦ RP * 22:52 δὲ WH Treg NA28 ] + ὁ RP 22:52 ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP 22:53 ἐστὶν ὑμῶν WH Treg NA28 ] ὑμῶν ἐστὶν RP § 22:54 εἰσήγαγον WH Treg NA28 ] + αὐτὸν RP * 22:54 τὴν οἰκίαν WH Treg NA28 ] τὸν οἶκον RP 22:55 περιαψάντων WH Treg NA28 ] Ἁψάντων RP 22:55 συγκαθισάντων WH Treg NA28 ] + αὐτῶν RP § 22:55 μέσος WH Treg NA28 ] ἐν μέσῳ RP * 22:57 ἠρνήσατο WH Treg NA28 ] + αὐτόν RP 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NA28 ] Γύναι οὐκ οἶδα αὐτόν RP 22:58 ἔφη WH Treg NA28 ] εἴπεν RP § 22:61 λόγου Treg RP ] ῥήματος WH NA28 * 22:61 σήμερον WH Treg NA28 ] – RP 22:62 ἔξω WH Treg NA28 ] + ὁ Πέτρος RP 22:63 αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP § 22:64 αὐτὸν ἐπηρώτων WH Treg NA28 ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP * 22:66 τε WH Treg NA28 ] – RP 22:66 ἀπήγαγον WH Treg NA28 ] ἀνήγαγον RP 22:68 δὲ WH Treg NA28 ] + καὶ RP § 22:68 ἀποκριθῆτε WH NA28 ] μοι ἢ ἀπολύσητε Treg RP * 22:69 δὲ WH Treg NA28 ] – RP 22:71 ἔχομεν μαρτυρίας χρείαν WH Treg NA28 ] χρείαν ἔχομεν μαρτυρίας RP