3
Ὁμοίως*γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνακαὶεἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἐνδύσεως ἱματίων κόσμος, ἀλλʼ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου πνεύματος, ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαιεἰς§θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρραὑπήκουσεν*τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοιςχάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲεὐλογοῦντες§ ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε. 10  γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴνγλῶσσαν*ἀπὸ κακοῦ καὶχείλητοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτωδὲἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν· 12 ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
13 Καὶ τίς κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦζηλωταὶ§γένησθε; 14 ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 κύριον δὲ τὸνΧριστὸν*ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοιἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 ἀλλὰμετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ⸀καταλαλεῖσθε§καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶνἔπαθεν* δίκαιος ὑπὲρ ἀδίκων, ἵναὑμᾶςπροσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣνὀλίγοι τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος. 21 καὶ ὑμᾶς ἀντίτυπον νῦν§ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐνδεξιᾷ*θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
* 3:1 Ὁμοίως WH Treg ] + αἱ NA28 RP 3:1 καὶ Treg NA28 RP ] – WH 3:4 πραέως καὶ ἡσυχίου Treg NA28 RP ] ἡσυχίου καὶ πραέως WH § 3:5 εἰς WH Treg NA28 ] ἐπὶ RP * 3:6 ὑπήκουσεν Treg NA28 RP ] ὑπήκουεν WH 3:7 συγκληρονόμοις WH Treg NA28 ] συγκληρονόμοι RP 3:8 ταπεινόφρονες WH Treg NA28 ] φιλόφρονες RP § 3:9 εὐλογοῦντες WH Treg NA28 ] + εἰδότες RP * 3:10 γλῶσσαν WH Treg NA28 ] + αὐτοῦ RP 3:10 χείλη WH Treg NA28 ] + αὐτοῦ RP 3:11 δὲ WH Treg NA28 ] – RP § 3:13 ζηλωταὶ WH Treg NA28 ] μιμηταὶ RP * 3:15 Χριστὸν WH Treg NA28 ] θεὸν RP 3:15 ἕτοιμοι WH Treg NA28 ] + δὲ RP 3:16 ἀλλὰ WH Treg NA28 ] – RP § 3:16 καταλαλεῖσθε WH NA28 ] καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν Treg RP * 3:18 ἔπαθεν RP NA28 ] ἀπέθανεν WH Treg NIV 3:18 ὑμᾶς WH NA28 RP ] ἡμᾶς Treg 3:20 ὀλίγοι WH Treg NA28 ] ὀλίγαι RP § 3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NA28 ] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP * 3:22 δεξιᾷ WH Treg ] + τοῦ NA28 RP