4
Χριστοῦ οὖνπαθόντος*σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι παθὼνσαρκὶ πέπαυταιἁμαρτίας εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸςγὰρ§ παρεληλυθὼςχρόνος*τὸ ⸀βούληματῶν ἐθνῶν ⸀κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμωςἔχοντι κρῖναι§ ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατεεἰς*προσευχάς· πρὸπάντωντὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπηκαλύπτειπλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ§ 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύοςἧς*χορηγεῖ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶςἀναπαύεται 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷὀνόματιτούτῳ. 17 ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18 καὶ εἰ §δίκαιος μόλις σῴζεται, ⸀ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦθεοῦ*πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰςαὐτῶνἐν ἀγαθοποιΐᾳ.
* 4:1 παθόντος WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP 4:1 παθὼν WH Treg NA28 ] + ἐν RP 4:1 ἁμαρτίας Treg NA28 RP ] ἁμαρτίαις WH § 4:3 γὰρ WH Treg NA28 ] + ἡμῖν RP * 4:3 χρόνος WH Treg NA28 ] + τοῦ βίου RP 4:3 βούλημα WH Treg NA28 ] θέλημα RP 4:3 κατειργάσθαι WH Treg NA28 ] κατεργάσασθαι RP § 4:5 ἔχοντι κρῖναι Treg NA28 RP ] κρίνοντι WH * 4:7 εἰς WH Treg NA28 ] + τὰς RP 4:8 πάντων WH Treg NA28 ] + δὲ RP 4:8 καλύπτει WH Treg NA28 ] καλύψει RP § 4:9 γογγυσμοῦ WH Treg NA28 ] + γογγυσμῶν RP * 4:11 ἧς WH Treg NA28 ] ὡς RP 4:14 ἀναπαύεται WH Treg NA28 ] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP 4:16 ὀνόματι WH Treg NA27 ] μέρει NA28 RP § 4:18 ὁ Treg NA28 RP ] + δὲ WH * 4:19 θεοῦ WH Treg NA28 ] + ὡς RP 4:19 αὐτῶν Treg NA28 RP ] – WH