13
Barnabas and Saul Are Commissioned
Ἦσαν δέ *τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, τε Βαρνάβας καὶ Συμεὼν καλούμενος Νίγερ, καὶ Λούκιος Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸν §Βαρνάβαν καὶ *τὸν Σαῦλον εἰς τὸ ἔργον προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
Barnabas and Saul on Cyprus
Οὗτοι μὲν §οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ *Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν §δὲ ἀπέπλευσαν εἰς *τὴν Κύπρον. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὄνομα §Βαρϊησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, *καὶ ἀτενίσας εἰς αὐτὸν 10 εἶπεν, πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 Καὶ νῦν ἰδού, χεὶρ §Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα *δὲ ἐπέπεσεν ἐπαὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 Τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Paul and Barnabas in Antioch of Pisidia
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ §τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. *Ἰωάννης δὲ ἀποχωρήσας ἀπαὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν §οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ *ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. 17  Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ §Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18 Καὶ ὡς *τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν §αὐτοῖς τὴν γῆν αὐτῶν. 20 *Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. 21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς §Βενιαμίν, ἔτη *τεσσαράκοντα. 22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, καὶ εἶπε μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 Τούτου Θεὸς ἀπὸ τοῦ σπέρματος κατἐπαγγελίαν §ἤγαγε τῷ Ἰσραὴλ *σωτηρίαν, 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραήλ. 25 Ὡς δὲ ἐπλήρου § *Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλἰδού, ἔρχεται μετἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν λόγος τῆς σωτηρίας ταύτης §ἀπεστάλη. 27 Οἱ γὰρ κατοικοῦντες *ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29 Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30  δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές §εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις *αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν· 33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται,
 
Υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
 
34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι
 
Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
 
35 §Διὸ καὶ ἐν ἑτέρῳ λέγει,
 
Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
 
36 *Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· 37 ὃν δὲ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. 38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ §Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται. 40 Βλέπετε οὖν μὴ ἐπέλθῃ *ἐφὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,
 
41 Ἴδετε, οἱ καταφρονηταί,
καὶ θαυμάσατε, καὶ ἀφανίσθητε·
ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν,
οὐ μὴ πιστεύσητε,
ἐάν τις ἐκδιηγῆται ὑμῖν.
 
42 Ἐξιόντων δὲ §ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν *τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα. 43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, ἔπειθον §αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44 Τῷ *τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. 45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου §λεγομένοις, *ἀντιλέγοντες καὶ βλασφημοῦντες. 46 Παρρησιασάμενοι δὲ Παῦλος καὶ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. §Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν Κύριος,
 
Τέθεικά σε εἰς φῶς ἐθνῶν,
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
 
48 Ἀκούοντα δὲ τὰ ἔθνη *ἔχαιρε, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49 Διεφέρετο δὲ λόγος τοῦ Κυρίου §διὅλης τῆς χώρας. 50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας *καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπαὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52 Οἱ §δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
* 13:1 τινες ¦ — CT 13:1 καλουμενος ¦ επικαλουμενος ANT 13:1 τετραρχου ¦ τετρααρχου ECM NA SBL WH § 13:2 βαρναβαν ¦ τε βαρναβαν TR * 13:2 τον ¦ — CT 13:3 τας χειρας αυτοις ¦ αυτοις τας χειρας ANT 13:4 ουτοι ¦ αυτοι CT § 13:4 ουν ¦ — PCK * 13:4 πνευματος του αγιου ¦ αγιου πνευματος CT 13:4 την ¦ — CT 13:4 σελευκειαν ¦ σελευκιαν WH § 13:4 δε ¦ τε 𝔐pt ANT CT PCK TR * 13:4 την ¦ — CT 13:6 την ¦ ολην την CT 13:6 τινα ¦ ανδρα τινα CT § 13:6 βαριησους ¦ βαριησουν 𝔐pt HF PCK ¦ βαριησου ECM NA SBL * 13:9 και ¦ — CT 13:9 εις ¦ προς ANT 13:10 κυριου ¦ του κυριου ECM† NA WH § 13:11 κυριου ¦ του κυριου TR * 13:11 δε ¦ τε ECM† NA 13:11 επεπεσεν ¦ επεσεν ANT NA SBL TH WH 13:12 εκπλησσομενος ¦ εκπληττομενος PCK WH § 13:13 τον ¦ — CT * 13:13 ιωαννης ¦ ιωανης WH 13:14 της πισιδιας ¦ την πισιδιαν CT 13:14 εισελθοντες ¦ ελθοντες TH WH § 13:15 οι αρχισυναγωγοι προς αυτους ¦ προς αυτους οι αρχισυναγωγοι PCK * 13:15 εστι λογος εν υμιν ¦ τις εστιν εν υμιν λογος CT 13:16 ισραηλιται ¦ ισραηλειται TH WH 13:17 τουτου ¦ τουτου ισραηλ ANT CT TR § 13:17 αιγυπτω ¦ αιγυπτου CT * 13:18 τεσσαρακονταετη ¦ τεσσερακονταετη CT 13:19 και ¦ — WH 13:19 κατεκληρονομησεν ¦ κατεκληροδοτησεν TR § 13:19 αυτοις ¦ — CT * 13:20 και μετα ταυτα ως ετεσι τετρακοσιοις και πεντηκοντα 90.4% ¦ ως ετεσι τετρακοσιοις και πεντηκοντα και μετα ταυτα CT 5.2% 13:20 του ¦ — ECM† WH 13:21 κις ¦ κεις TH WH § 13:21 βενιαμιν ¦ βενιαμειν TH WH * 13:21 τεσσαρακοντα ¦ τεσσερακοντα CT 13:22 αυτοις τον δαυιδ ¦ αυτοις τον δαβιδ HF TR ¦ τον δαυιδ αυτοις ECM† NA SBL ¦ τον δαυειδ αυτοις TH WH 13:22 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH § 13:23 ηγαγε ¦ ηγειρε TR * 13:23 σωτηριαν ¦ σωτηρα ιησουν CT TR 13:24 ιωαννου ¦ ιωανου WH 13:24 τω ¦ παντι τω λαω ANT CT TR § 13:25 ο ¦ — 𝔐pt ECM† NA SBL TH WH * 13:25 ιωαννης ¦ ιωανης WH 13:25 τινα με ¦ τι εμε CT 13:26 υμιν ¦ ημιν ECM† NA SBL TH WH § 13:26 απεσταλη ¦ εξαπεσταλη CT PCK * 13:27 εν ¦ — 𝔐pt HF PCK 13:28 πιλατον ¦ πειλατον WH 13:29 παντα ¦ απαντα TR § 13:31 εισι ¦ νυν εισι ECM NA SBL WH * 13:32 αυτων ημιν 95% ¦ ημων SBL WH 1.5% ¦ ημιν ECM 0% 13:33 τω δευτερω γεγραπται ¦ γεγραπται τω δευτερω CT 13:34 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH § 13:35 διο ¦ διοτι ECM† NA SBL TH WH * 13:36 δαυιδ ¦ δαβιδ HF TR ¦ δαυειδ TH WH 13:39 και ¦ — ECM† 13:39 τω ¦ — CT PCK § 13:39 μωυσεως ¦ μωσεως 𝔐pt HF TR ¦ μωυσεος PCK * 13:40 εφ υμας ¦ — CT 13:41 εγω εργαζομαι ¦ εργαζομαι εγω CT 13:41 ο ¦ ω PCK ¦ εργον ω ANT TR ¦ εργον ο CT § 13:42 εκ της συναγωγης των ιουδαιων 59.8% ¦ αυτων εκ της συναγωγης των ιουδαιων ANT 20.9% ¦ αυτων CT 15.8% * 13:42 τα εθνη ¦ — CT 13:42 ρηματα ¦ ρηματα ταυτα 𝔐pt ANT CT HF PCK TR 13:43 προσλαλουντες ¦ προσλαλουντες αυτοις ANT CT TR § 13:43 αυτους επιμενειν ¦ επιμενειν αυτους PCK ¦ αυτους προσμενειν ANT CT * 13:44 τε ¦ δε CT TR 13:44 θεου ¦ κυριου ECM NA SBL TH 13:45 του ¦ — ECM† NA SBL TH WH § 13:45 λεγομενοις ¦ λαλουμενοις ECM† NA SBL TH WH * 13:45 αντιλεγοντες και 79.1% ¦ — CT 19.3% 13:46 δε ¦ τε CT 13:46 ειπον ¦ ειπαν CT § 13:46 επειδη δε ECM† ¦ επειδη ECM† NA SBL WH ¦ επει δε ECM† * 13:48 εχαιρε ¦ εχαιρον 𝔐pt ANT CT PCK TR 13:48 εδοξαζον ¦ εδεξαντο ANT 13:48 κυριου ¦ θεου WH § 13:49 δι ¦ καθ ECM† * 13:50 και ¦ — CT 13:50 τον ¦ — CT 13:51 αυτων ¦ — CT § 13:52 δε ¦ τε ECM† NA SBL TH WH