14
Paul and Barnabas in Iconium
Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. Οἱ δὲ *ἀπειθοῦντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· κἀκεῖ §ἦσαν εὐαγγελιζόμενοι.
Paul and Barnabas in Lystra
Καί τις ἀνὴρ *ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. Οὗτος §ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι *πίστιν ἔχει τοῦ σωθῆναι, 10 εἶπε μεγάλῃ τῇ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθῶς. Καὶ §ἥλλετο καὶ περιεπάτει. 11 Οἱ *δὲ ὄχλοι, ἰδόντες ἐποίησεν Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. 12 Ἐκάλουν τε τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ἡγούμενος τοῦ λόγου. 13  §δὲ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως *αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. 14 Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν, εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς §ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ *τὸν Θεὸν τὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 17 Καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν §ἀγαθοποιῶν, οὐρανόθεν *ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. 18 Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 §Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, *ἔσυρον ἔξω τῆς πόλεως, νομίσαντες αὐτὸν τεθνάναι. 20 Κυκλωσάντων δὲ αὐτὸν τῶν μαθητῶν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθε σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Paul and Barnabas Return to Antioch in Syria
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς §τὴν Λύστραν καὶ *Ἰκόνιον καὶ Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 23 Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατἐκκλησίαν, §προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν *πεπιστεύκεισαν.
24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν. 25 Καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν εἰς §Ἀττάλειαν· 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ἐπλήρωσαν. 27 Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, *ἀνήγγειλαν ὅσα ἐποίησεν Θεὸς μεταὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. 28 Διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
* 14:2 απειθουντες ¦ απειθησαντες CT 14:3 τω ¦ επι τω NA 14:3 διδοντι ¦ και διδοντι TR § 14:7 ησαν ευαγγελιζομενοι ¦ ευαγγελιζομενοι ησαν CT * 14:8 εν λυστροις αδυνατος ¦ αδυνατος εν λυστροις ECM NA SBL WH 14:8 υπαρχων ¦ — CT 14:8 περιπεπατηκει ¦ περιεπεπατηκει SCR ¦ περιεπατησεν CT § 14:9 ηκουσε ¦ ηκουε 𝔐pt PCK TR WH * 14:9 πιστιν εχει ¦ εχει πιστιν CT 14:10 τη ¦ — NA SBL TH WH 14:10 ορθως ¦ ορθος 𝔐pt ANT CT HF PCK TR § 14:10 ηλλετο ¦ ηλλατο PCK ¦ ηλατο ANT CT * 14:11 δε ¦ τε ECM† NA SBL TH WH 14:11 ο ¦ — CT 14:12 μεν ¦ — CT § 14:13 δε ¦ τε CT * 14:13 αυτων ¦ — CT 14:14 αυτων ¦ εαυτων WH 14:14 εισεπηδησαν ¦ εξεπηδησαν CT § 14:15 εσμεν υμιν ¦ υμιν εσμεν PCK * 14:15 τον θεον τον ¦ θεον CT 14:17 καιτοιγε ¦ καιτοι CT 14:17 ἑαυτὸν ¦ αὐτὸν ECM NA TH ¦ αὑτὸν SBL WH § 14:17 αγαθοποιων ¦ αγαθουργων CT * 14:17 υμιν ¦ ημιν TR 14:17 υετους διδους ¦ διδους υετους ECM† 14:17 ημων ¦ υμων ANT CT § 14:19 επηλθον ¦ επηλθαν CT * 14:19 εσυρον ¦ εσυραν ANT PCK 14:19 νομισαντες αυτον τεθναναι ¦ νομιζοντες αυτον τεθνηκεναι CT 14:20 αυτον των μαθητων ¦ των μαθητων αυτον CT PCK § 14:21 την ¦ — PCK * 14:21 ικονιον ¦ εις ικονιον CT 14:21 αντιοχειαν ¦ εις αντιοχειαν CT 14:23 πρεσβυτερους κατ εκκλησιαν ¦ κατ εκκλησιαν πρεσβυτερους CT § 14:23 προσευξαμενοι ¦ και προσευξαμενοι ANT * 14:23 πεπιστευκεισαν ¦ πεπιστευκασι ANT 14:24 ηλθον ¦ ηλθαν WH 14:24 παμφυλιαν ¦ την παμφυλιαν ECM† NA SBL TH WH § 14:25 ατταλειαν ¦ ατταλιαν WH * 14:27 ανηγγειλαν ¦ ανηγγελλον CT 14:28 εκει ¦ — CT