23
ἀτενίσας δὲ * Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. τότε Παῦλος πρὸς αὐτὸν εἶπε, Τύπτειν σε μέλλει Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; ἔφη τε Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ §Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, *ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. τοῦτο δὲ αὐτοῦ §λαλήσαντος, ἐγένετο στάσις τῶν *Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες §οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἄγγελος, *μὴ θεομαχῶμεν. 10 πολλῆς δὲ γενομένης στάσεως, εὐλαβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπαὐτῶν, ἐκέλευσε τὸ στράτευμα §καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν *τε εἰς τὴν παρεμβολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ Κύριος εἶπε, Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
The Plot to Kill Paul
12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, §λέγοντες μήτε φαγεῖν μήτε *πιεῖν ἕως οὗ ἀποκτείνωσι τὸν Παῦλον. 13 ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν §πεποιηκότες· 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις *εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ §πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου *τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλε τῷ Παύλῳ. 17 προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ. 18  μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγε πρὸς τὸν χιλίαρχον, καὶ φησίν, δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησε τοῦτον τὸν §νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος, καὶ ἀναχωρήσας κατἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι; 20 εἶπε δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον *εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε §πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν *ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22  μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
Paul Sent to Felix the Governor
23 Καὶ προσκαλεσάμενος §δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως *Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός· 24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα· 25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπαὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι §ἐξειλόμην *αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστι. 28 βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν διἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον §αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν· 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, *μηδὲν ἄξιον θανάτου δεσμῶν ἔγκλημα ἔχοντα. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν §τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. *ἔρρωσο.
31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν §Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς δὲ * ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστί, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.
* 23:1 ο παυλος τω συνεδριω 84.5% ¦ παυλος τω συνεδριω ᴡʜ 9% ¦ τω συνεδριω ο παυλος ɴᴀ ᴛʜ 5% 23:4 ειπον ¦ ειπαν ᴄᴛ 23:5 γαρ ¦ γαρ οτι ꜱʙʟ ᴛʜ ᴡʜ § 23:6 σαδδουκαιων το δε ετερον φαρισαιων ¦ φαρισαιων το δε ετερον σαδδουκαιων ᴘᴄᴋ * 23:6 εκραξεν ʙ29 ¦ εκραζεν ʙ10 ᴄᴛ 23:6 φαρισαιου ¦ φαρισαιων ᴄᴛ 23:6 εγω ¦ — ᴡʜ § 23:7 λαλησαντος ¦ ειποντος ɴᴀ ᴛʜ ¦ λαλουντος ꜱʙʟ ᴡʜ * 23:7 φαρισαιων ʙ22 ¦ φαρισαιων και των σαδδουκαιων ʙ12 ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ ¦ φαρισαιων και σαδδουκαιων ᴄᴛ 23:8 μεν ¦ — ᴡʜ 23:8 μηδε ¦ μητε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ § 23:9 οι γραμματεις ʙ22 ¦ γραμματεις ʙ22 ¦ τινες των γραμματεων ᴄᴛ * 23:9 μη θεομαχωμεν 94.6% ¦ — ᴄᴛ 4.3% 23:10 γενομενης ¦ γινομενης ꜱʙʟ ᴛʜ ᴡʜ 23:10 ευλαβηθεις ¦ φοβηθεις ᴄᴛ § 23:10 καταβηναι και ¦ καταβαν ᴄᴛ ᴛʀ * 23:10 τε ¦ — ᴡʜ 23:11 παυλε ¦ — ᴄᴛ 23:12 τινες των ιουδαιων συστροφην ¦ συστροφην οι ιουδαιοι ᴄᴛ § 23:12 λεγοντες ¦ — ᴘᴄᴋ * 23:12 πιειν ¦ πειν ᴡʜ 23:12 αποκτεινωσι ¦ ανελωσι ᴘᴄᴋ 23:13 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ § 23:13 πεποιηκοτες ¦ ποιησαμενοι ᴄᴛ * 23:14 ειπον ¦ ειπαν ᴄᴛ 23:15 αυριον ¦ — ᴄᴛ 23:15 αυτον καταγαγη ¦ καταγαγη αυτον ᴄᴛ ᴘᴄᴋ § 23:15 προς ¦ εις ᴄᴛ * 23:16 το ενεδρον ¦ την ενεδραν ᴄᴛ ꜱᴄʀ 23:17 απαγαγε ¦ απαγε ꜱʙʟ ᴡʜ 23:17 τι απαγγειλαι ᴇᴄᴍ† ¦ απαγγειλαι τι ᴄᴛ § 23:18 νεανιαν ¦ νεανισκον ɴᴀ ᴛʜ * 23:20 εις το συνεδριον καταγαγης τον παυλον ¦ τον παυλον καταγαγης εις το συνεδριον ᴄᴛ 23:20 μελλοντα ʙ96 26.6% ¦ μελλοντες ʙ50 ᴘᴄᴋ ᴛʀ 33.1% ¦ μελλοντων ᴀɴᴛ 17.6% ¦ μελλων ᴛʜ ᴡʜ 9.2% ¦ μελλον ɴᴀ ꜱʙʟ 7.4% ¦ μελλοντας ᴍꜱꜱ 5.1% 23:21 τεσσαρακοντα ¦ τεσσερακοντα ᴄᴛ § 23:21 πιειν ¦ πειν ᴡʜ * 23:21 ετοιμοι εισι ¦ εισιν ετοιμοι ᴄᴛ 23:22 νεανιαν ¦ νεανισκον ᴄᴛ 23:22 με ¦ εμε ꜱʙʟ ᴛʜ ᴡʜ § 23:23 δυο τινας ¦ τινας δυο ꜱʙʟ ᴛʜ ᴡʜ * 23:23 καισαρειας ¦ καισαριας ᴡʜ 23:25 περιεχουσαν ¦ εχουσαν ᴄᴛ 23:27 συλληφθεντα ¦ συλλημφθεντα ᴄᴛ § 23:27 εξειλομην ¦ εξειλαμην ᴄᴛ * 23:27 αυτον ¦ — ᴄᴛ 23:28 δε ¦ τε ᴄᴛ 23:28 γνωναι ¦ επιγνωναι ᴄᴛ § 23:28 αυτον ¦ — ᴄᴛ * 23:29 μηδεν ʙ15 ¦ μηδεν δε ʙ10 ᴀɴᴛ ᴄᴛ ᴛʀ 23:29 εγκλημα εχοντα ʙ16 ¦ εχοντα εγκλημα ʙ9 ᴄᴛ 23:30 μελλειν εσεσθαι υπο των ιουδαιων εξαυτης 86.2% ¦ εσεσθαι εξ αυτων ᴍꜱꜱ 5.4% ¦ εσεσθαι εξαυτης ᴄᴛ 3.1% § 23:30 τα ¦ — ꜱʙʟ ᴡʜ * 23:30 ερρωσο ʙ17 ᴇᴄᴍ† ¦ ερρωσθε ʙ8 ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 23:31 της ¦ — ᴄᴛ 23:32 πορευεσθαι ᴇᴄᴍ† ¦ απερχεσθαι ᴄᴛ § 23:33 καισαρειαν ¦ καισαριαν ᴡʜ * 23:34 ο ηγεμων ¦ — ᴄᴛ 23:34 επαρχιας ¦ επαρχειας ᴄᴛ 23:35 εκελευσε τε αυτον εν τω πραιτωριω ηρωδου φυλασσεσθαι ¦ εκελευσε τε αυτον εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ ¦ κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον ᴄᴛ