24
The Accusation Against Paul
Μετὰ δὲ πέντε ἡμέρας κατέβη ἀρχιερεὺς Ἀνανίας μετὰ *τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, §πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. Ἵνα δὲ μὴ ἐπὶ *πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ §κινοῦντα *στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν· παροὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
Paul's Defense Before Felix
10 Ἀπεκρίθη §δὲ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε *κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι §δεκαδύο, ἀφἧς ἀνέβην προσκυνήσων *ἐν Ἱερουσαλήμ· 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν. 13 Οὔτε παραστῆσαί §με *δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. 14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις· 15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι §νεκρῶν, δικαίων τε καὶ ἀδίκων. 16 Ἐν τούτῳ *δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 Διἐτῶν δὲ πλειόνων §παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· 18 ἐν *οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι· 19 οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός §με. 20  αὐτοὶ οὗτοι εἰπάτωσαν, *τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου, 21  περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα §ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον *ὑφὑμῶν.
22 Ἀκούσας δὲ ταῦτα Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθὑμᾶς· 23 διαταξάμενός §τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι *τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν προσέρχεσθαι αὐτῷ.
Paul Held in Custody
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς §Χριστὸν πίστεως. 25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος *ἔσεσθαι, ἔμφοβος γενόμενος Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, §ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον *αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. 27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
* 24:1 των πρεσβυτερων 83.4% ¦ πρεσβυτερων τινων CT 14.9% 24:1 ενεφανισαν 𝔐16 ¦ ενεφανησαν 𝔐7 24:2 κατορθωματων ¦ διορθωματων CT § 24:3 παντη 𝔐15 ¦ παντι 𝔐10 * 24:4 πλειον ¦ πλεον PCK 24:4 εγκοπτω ¦ ενκοπτω TH WH 24:4 επιεικεια ¦ επιεικια WH § 24:5 κινουντα ¦ κεινουντα TH * 24:5 στασιν ¦ στασεις CT 24:6 εκρατησαμεν 8 παρ 55.3% ¦ εκρατησαμεν και κατα τον ημετερον νομον ηθελησαμεν κριναι (κρινειν ANT TR 1%) 7 παρελθων δε λυσιας ο χιλιαρχος μετα πολλης βιας εκ των χειρων ημων απηγαγε 8 κελευσας τους κατηγορους αυτου ερχεσθαι επι σε (σου MSS 5.7%) παρ ECM 9.3% {Note: The longer text is found in 43.9% of manuscripts in eighteen different readings. The reading printed in ECM is enclosed with double brackets.} 24:9 συνεπεθεντο ¦ συνεθεντο TR § 24:10 δε ¦ τε CT * 24:10 κριτην ¦ κριτην δικαιον PCK 24:10 ευθυμοτερον ¦ ευθυμως CT 24:11 γνωναι ¦ επιγνωναι CT § 24:11 δεκαδυο ¦ η δεκαδυο TR ¦ δωδεκα CT * 24:11 εν 𝔐14 ¦ εις 𝔐11 ANT CT 24:12 επισυστασιν ¦ επιστασιν CT 24:13 ουτε ¦ ουδε ECM† NA SBL TH WH § 24:13 με ¦ — ANT CT PCK SCR * 24:13 δυνανται 𝔐26 ¦ νυν δυνανται 𝔐19 ¦ δυνανται σοι CT 24:13 νυν ¦ νυνι CT 24:14 προφηταις 78.4% ¦ εν τοις προφηταις ANT CT 20.4% § 24:15 νεκρων 91.6% ¦ — CT 6.6% * 24:16 δε ¦ δε και ANT ¦ και CT 24:16 εχων ¦ εχειν ANT CT TR 24:16 προς 𝔐12 ¦ προς τε 𝔐13 PCK § 24:17 παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου ¦ ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην CT * 24:18 οις ¦ αις CT 24:18 τινες ¦ τινες δε CT ST 24:19 δει ¦ εδει ANT CT PCK SCR § 24:19 με ¦ εμε CT * 24:20 τί ¦ εἴ τι TR 24:20 εν εμοι ¦ — CT 24:21 εκραξα 𝔐14 ¦ εκεκραξα 𝔐10 CT § 24:21 εστως εν αυτοις ¦ εν αυτοις εστως CT * 24:21 υφ ¦ εφ CT 24:22 ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους 80.7% ¦ ακουσας δε ταυτα ο φηλιξ ανεβαλλετο αυτους MSS 6.6% ¦ ανεβαλετο δε αυτους ο φηλιξ CT 4.1% 24:22 ειπων ¦ ειπας CT § 24:23 τε ¦ — CT * 24:23 τον παυλον ¦ αυτον CT 24:23 η προσερχεσθαι ¦ — CT 24:24 γυναικι ¦ γυναικι αυτου ANT ECM† TR ¦ ιδια γυναικι ECM† NA SBL TH WH § 24:24 χριστον 𝔐14 ¦ χριστον ιησουν 𝔐11 CT PCK * 24:25 εσεσθαι ¦ — CT 24:25 μεταλαβων 𝔐18 ¦ λαβων 𝔐7 24:26 και ¦ δε και ANT TR § 24:26 οπως λυση αυτον ¦ — CT * 24:26 αυτον ¦ — PCK 24:27 τε 𝔐13 ¦ δε 𝔐12 ANT ECM† PCK 24:27 χαριτας ¦ χαριν ANT ¦ χαριτα CT