25
Φῆστος οὖν ἐπιβὰς τῇ *ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας. Ἐνεφάνισαν δὲ αὐτῷ § ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν, αἰτούμενοι χάριν καταὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον *ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι. Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τί ἐστιν §ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας *πλείους δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι. Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα §αἰτιώματα *φέροντες κατὰ τοῦ Παύλου, οὐκ ἴσχυον ἀποδεῖξαι, ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον. Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς §Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων *κρίνεσθαι ἐπἐμοῦ; 10 Εἶπε δὲ Παῦλος, Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν §ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 Εἰ μὲν *γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι. 12 Τότε Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, §ἀσπασάμενοι τὸν Φῆστον. 14 Ὡς δὲ πλείους ἡμέρας *διέτριβεν ἐκεῖ, Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι καταὐτοῦ δίκην. 16 Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον §εἰς ἀπώλειαν, πρὶν κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 Συνελθόντων οὖν *αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ, 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν Παῦλος ζῇν. 20 Ἀπορούμενος δὲ ἐγὼ §τὴν περὶ *τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον §ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. * δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη Παῦλος. 24 Καί φησιν Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ §συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ *πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν §ζῇν αὐτὸν μηκέτι. 25 Ἐγὼ δὲ *καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν §αὐτόν. 26 Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ *τι γράψαι. 27 Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς καταὐτοῦ αἰτίας σημᾶναι.
* 25:1 επαρχια ¦ επαρχεια CT 25:1 καισαρειας ¦ καισαριας WH 25:2 δε ¦ τε CT § 25:2 ο αρχιερευς ¦ οι αρχιερεις CT PCK * 25:4 εν καισαρεια ¦ εις καισαρειαν ECM NA SBL TH ¦ εις καισαριαν WH 25:5 δυνατοι εν υμιν φησι ¦ εν υμιν φησι δυνατοι CT 25:5 συγκαταβαντες ¦ συνκαταβαντες TH WH § 25:5 εν τω ανδρι τουτω 72.6% ¦ εν τω ανδρι ατοπον CT 9.3% ¦ ατοπον εν τω ανδρι τουτω SCR 2.9% * 25:6 πλειους ¦ ου πλειους οκτω CT 25:6 καισαρειαν ¦ καισαριαν WH 25:7 περιεστησαν ¦ περιεστησαν αυτον CT § 25:7 αιτιωματα ¦ αιτιαματα BYZ PCK TR * 25:7 φεροντες κατα του παυλου ¦ καταφεροντες CT 25:8 απολογουμενου αυτου ¦ του παυλου απολογουμενου CT 25:9 τοις ιουδαιοις θελων ¦ θελων τοις ιουδαιοις ANT CT § 25:9 ιεροσολυμα ¦ ιερουσαλημ ANT * 25:9 κρινεσθαι ¦ κριθηναι CT 25:9 επ ¦ υπ PCK 25:10 επι του βηματος καισαρος εστως ¦ εστως επι του βηματος καισαρος WH § 25:10 ηδικησα ¦ ηδικηκα TH WH * 25:11 γαρ ¦ ουν CT 25:12 συλλαλησας ¦ συνλαλησας TH WH 25:13 καισαρειαν ¦ καισαριαν WH § 25:13 ασπασαμενοι ¦ ασπασομενοι ANT BYZ PCK TR * 25:14 διετριβεν ¦ διετριβον ANT BYZ CT PCK TR 25:14 καταλελειμμενος ¦ καταλελιμμενος WH 25:15 δικην ¦ καταδικην CT § 25:16 εις απωλειαν 89.9% ¦ — CT 7.4% * 25:17 αυτων 87.4% ¦ — SBL WH 7% 25:18 επεφερον ¦ εφερον CT 25:18 υπενοουν εγω ¦ εγω υπενοουν πονηρων NA SBL WH ¦ εγω υπενοουν πονηραν ECM TH § 25:20 την περι ¦ περι την PCK ¦ εις την περι ECM* TR * 25:20 τουτου ¦ τουτων CT PCK 25:20 ιερουσαλημ ¦ ιεροσολυμα ANT CT 25:21 πεμψω ¦ αναπεμψω CT § 25:22 εφη ¦ — CT * 25:22 ο δε ¦ — CT 25:23 τοις ¦ — CT 25:23 ουσι ¦ — CT § 25:24 συμπαροντες ¦ συνπαροντες TH WH * 25:24 παν ¦ απαν CT 25:24 ενετυχον ¦ ενετυχε WH 25:24 επιβοωντες ¦ βοωντες CT § 25:24 ζην αυτον ¦ αυτον ζην CT * 25:25 καταλαβομενος ¦ κατελαβομην CT 25:25 θανατου αυτον ¦ αυτον θανατου CT 25:25 και ¦ — CT § 25:25 αυτον ¦ — CT * 25:26 τι γράψαι ¦ τί γράψω CT