26
Paul's Defense Before Agrippa
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι *ὑπὲρ σεαυτοῦ λέγειν. Τότε Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα, Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον· μάλιστα γνώστην ὄντα §σε πάντων τῶν κατὰ Ἰουδαίους *ἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαί σου, μακροθύμως ἀκοῦσαί μου.
Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου §ἐν Ἱεροσολύμοις, ἴσασι πάντες *οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Καὶ νῦν ἐπἐλπίδι τῆς πρὸς τοὺς §πατέρας ἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν *ἐκτενίᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί ἄπιστον κρίνεται παρὑμῖν, εἰ Θεὸς νεκροὺς ἐγείρει;
Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10  καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων ἐγὼ §φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. 11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Paul Tells of His Conversion and Commission
12 Ἐν οἷς *καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, 13 ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14 Πάντων §δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν *λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 Ἐγὼ δὲ εἶπον, Τίς εἶ, Κύριε; δὲ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16 §Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε *εἶδες ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ §σε ἀποστέλλω, 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, *τοῦ ὑποστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Paul Tells of His Preaching to Jews and Gentiles
19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλων μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 Ἕνεκα τούτων §με οἱ Ἰουδαῖοι συλλαβόμενοι *ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰ τοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων §γίνεσθαι καὶ *Μωϋσῆς, 23 εἰ παθητὸς Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ λαῷ καὶ τοῖς ἔθνεσι.
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25  §δέ, Οὐ μαίνομαι, φησί, κράτιστε Φῆστε, *ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 Ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι §οὐδέν· οὐ *γὰρ ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. 28  δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. 29  δὲ Παῦλος §εἶπεν, *Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ οὐ μόνον σέ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 §Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη βασιλεὺς καὶ ἡγεμών, τε Βερνίκη, καὶ οἱ *συγκαθήμενοι αὐτοῖς· 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι Οὐδὲν θανάτου ἄξιον δεσμῶν πράσσει ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
* 26:1 υπερ ¦ περι ECM NA 26:1 απελογειτο εκτεινας την χειρα ¦ εκτεινας την χειρα απελογειτο ANT CT 26:2 επι σου μελλων απολογεισθαι σημερον ¦ μελλων απολογεισθαι επι σου σημερον TR ¦ επι σου μελλων σημερον απολογεισθαι CT § 26:3 σε ¦ σε ειδως SCR * 26:3 ηθων 𝔐13 ¦ εθων 𝔐12 ANT CT PCK TR 26:3 σου ¦ — CT 26:4 την ¦ — WH § 26:4 εν ¦ εν τε CT * 26:4 οι ¦ — ECM† SBL TH WH 26:5 ακριβεστατην 𝔐18 ¦ ακριβεστεραν 𝔐7 26:6 προς ¦ εις ECM† NA SBL TH WH § 26:6 πατερας 𝔐17 ¦ πατερας ημων 𝔐8 CT * 26:7 εκτενια 𝔐32 ¦ εκτενεια 𝔐12 ANT CT HF RP TR 26:7 βασιλευ αγριππα υπο ιουδαιων ¦ βασιλευ αγριππα υπο των ιουδαιων ANT TR ¦ υπο ιουδαιων βασιλευ CT 26:10 πολλους ¦ πολλους τε CT § 26:10 φυλακαις ¦ εν φυλακαις ANT CT * 26:12 και ¦ — CT 26:12 την ¦ — PCK 26:12 παρα ¦ — CT § 26:14 δε ¦ τε CT * 26:14 λαλουσαν προς με και λεγουσαν 74% ¦ λεγουσαν προς με CT 8.4% ¦ λαλουσαν προς με MSS 7.2% 26:15 ειπον 𝔐17 ¦ ειπα 𝔐8 CT 26:15 δε ¦ δε κυριος CT § 26:16 αλλα 𝔐18 ¦ αλλ 𝔐7 ECM NA28 * 26:16 ειδες ¦ ειδες με ECM† NA SBL TH WH 26:17 των ¦ εκ των CT 26:17 εγω ¦ νυν TR § 26:17 εγω σε αποστελλω 𝔐12 ¦ εγω αποστελω σε 𝔐7 ¦ νυν σε αποστελλω ¦ εγω αποστελλω σε ECM† NA SBL TH WH ¦ εγω εξαποστελω σε ECM† * 26:18 του υποστρεψαι 𝔐10 ¦ του επιστρεψαι 𝔐8 ANT CT PCK ST ¦ του αποστρεψαι 𝔐6 ¦ και επιστρεψαι SCR 26:20 και ιεροσολυμοις εις ¦ τε και ιεροσολυμοις CT 26:20 απαγγελλων 𝔐22 ¦ απαγγελλω 𝔐31 ANT PCK ¦ απηγγελλον CT SCR § 26:21 με οι ιουδαιοι 𝔐38 ¦ οι ιουδαιοι με 𝔐1 RP ¦ με ιουδαιοι CT * 26:21 εν ¦ οντα εν ECM† NA 26:22 παρα ¦ απο CT 26:22 μαρτυρομενος ¦ μαρτυρουμενος TR § 26:22 γινεσθαι ¦ γενεσθαι ANT * 26:22 μωυσης 𝔐37 ¦ μωσης 𝔐8 HF TR 26:23 λαω 𝔐16 ¦ τε λαω 𝔐9 CT PCK 26:24 εφη ¦ φησι CT § 26:25 δε ¦ δε παυλος CT * 26:25 αλλα ¦ αλλ ECM NA28 TR 26:26 και ¦ — WH 26:26 τι ¦ — SBL WH § 26:26 ουδεν ¦ ουθεν CT * 26:26 γαρ 𝔐13 ¦ γαρ εστιν 𝔐12 ANT CT TR 26:28 εφη ¦ — CT 26:28 γενεσθαι 96.5% ¦ ποιησαι CT 3.5% § 26:29 ειπεν ¦ — CT * 26:29 ευξαιμην 𝔐13 ¦ ευξαμην 𝔐12 26:29 πολλω ¦ μεγαλω CT 26:29 καγω ¦ και εγω ECM NA SBL WH § 26:30 και ταυτα ειποντος αυτου ανεστη ¦ ανεστη τε CT * 26:30 συγκαθημενοι ¦ συνκαθημενοι TH WH 26:31 αξιον η δεσμων ¦ η δεσμων αξιον τι ECM NA SBL TH ¦ η δεσμων αξιον WH