27
Paul Begins His Voyage to Rome
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, *σπείρης Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, μέλλοντες §πλεῖν τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψε πρὸς *τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήλθομεν εἰς §Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν *ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς τὴν Ἰταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ἐγγὺς §ἦν πόλις *Λασαία.
Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει Παῦλος 10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11  δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ §ἐπείθετο μᾶλλον τοῖς ὑπὸ *τοῦ Παύλου λεγομένοις. 12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι κἀκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
The Storm at Sea
13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες §ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 Μετοὐ πολὺ δὲ ἔβαλε καταὐτῆς ἄνεμος τυφωνικός, καλούμενος *Εὐροκλύδων· 15 συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16 Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· 17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν §Σύρτην ἐκπέσωσι, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου *ἐρρίψαμεν. 20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σῴζεσθαι ἡμᾶς.
21 Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23 Παρέστη γάρ μοι §ταύτῃ τῇ νυκτὶ *ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, καὶ λατρεύω, 24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθὃν τρόπον λελάληταί μοι. 26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε μήπως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ §πρῴρας *μελλόντων ἀγκύρας ἐκτείνειν, 31 εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 Τότε οἱ στρατιῶται ἀπέκοψαν τὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
33 Ἄχρι δὲ οὗ §ἤμελλεν ἡμέρα γίνεσθαι, παρεκάλει Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, *μηδὲν προσλαβόμενοι. 34 Διὸ παρακαλῶ ὑμᾶς προσλαβεῖν τροφῆς· τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ §ἐκ τῆς κεφαλῆς πεσεῖται. 35 *Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί, §διακόσιαι ἑβδομήκοντα ἕξ. 38 Κορεσθέντες δὲ *τῆς τροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
The Shipwreck
39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατόν, §ἐξῶσαι τὸ πλοῖον. 40 Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν *ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας §τῶν κυμάτων. 42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσι, μή τις ἐκκολυμβήσας *διαφύγῃ. 43  δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
* 27:1 σπειρης 𝔐18 ¦ σπειρας 𝔐7 PCK 27:2 αδραμυττηνω ¦ ατραμυτινω PCK ¦ αδραμυντηνω WH 27:2 μελλοντες 𝔐17 ¦ μελλοντι 𝔐8 CT § 27:2 πλειν ¦ πλειν εις CT * 27:3 τους ¦ — ST 27:3 πορευθεντα ¦ πορευθεντι CT 27:5 κατηλθομεν 𝔐16 ¦ κατηχθημεν 𝔐8 PCK ¦ κατηλθαμεν WH § 27:5 μυρα ¦ μυρρα WH * 27:6 εκατονταρχος ¦ εκατονταρχης ANT CT 27:6 την ¦ — PCK 27:6 ενεβιβασεν 𝔐11 ¦ ανεβιβασεν 𝔐14 § 27:8 ην πολις ¦ πολις ην NA * 27:8 λασαια ¦ λασεα TH WH 27:10 φορτιου ¦ φορτου ANT PCK TR 27:11 εκατονταρχης ¦ εκατονταρχος PCK TR § 27:11 επειθετο μαλλον ¦ μαλλον επειθετο CT * 27:11 του ¦ — ECM† NA SBL TH WH 27:12 πλειους ¦ πλειονες CT 27:12 κακειθεν 𝔐17 ¦ εκειθεν 𝔐8 CT PCK § 27:13 ἆσσον ¦ Ἄσσον ST * 27:14 ευροκλυδων 95.1% ¦ ευρακυλων CT 0.8% 27:16 κλαυδην ¦ καυδα ECM NA SBL WH ¦ κλαυδα TH 27:16 μολις ισχυσαμεν ¦ ισχυσαμεν μολις CT § 27:17 συρτην 𝔐17 ¦ συρτιν 𝔐8 ANT CT PCK TR * 27:19 ερριψαμεν ¦ ερριψαν ECM NA SBL TH ¦ εριψαν WH 27:20 πασα ελπις ¦ ελπις πασα ECM† NA SBL TH WH 27:21 δε ¦ τε CT § 27:23 ταυτη τη νυκτι ¦ τη νυκτι ταυτη ANT TR * 27:23 αγγελος του θεου ου ειμι ω και λατρευω ¦ του θεου ου ειμι εγω ω και λατρευω αγγελος NA ¦ του θεου ου ειμι ω και λατρευω αγγελος ECM SBL TH WH 27:29 μηπως εις ¦ μη που κατα CT 27:29 εκπεσωμεν 𝔐17 ¦ εκπεσωσιν 𝔐8 ST § 27:30 πρωρας ¦ πρωρης ECM NA SBL WH * 27:30 μελλοντων αγκυρας ¦ αγκυρας μελλοντων CT 27:31 μεινωσιν εν τω πλοιω ¦ εν τω πλοιω μεινωσιν PCK 27:32 οι στρατιωται απεκοψαν ¦ απεκοψαν οι στρατιωται CT § 27:33 ημελλεν ημερα 𝔐20 ¦ εμελλεν ημερα 𝔐23 ANT PCK TR ¦ ημερα ημελλε CT * 27:33 μηδεν ¦ μηθεν CT 27:34 προσλαβειν 𝔐16 ¦ μεταλαβειν 𝔐9 ANT CT PCK 27:34 υμετερας ¦ ημετερας PCK § 27:34 εκ της κεφαλης πεσειται ¦ απο της κεφαλης απολειται CT * 27:35 ειπων ¦ ειπας CT 27:37 ημεν ¦ ημεθα ECM† NA SBL TH WH 27:37 εν τω πλοιω αι πασαι ψυχαι ¦ αι πασαι ψυχαι εν τω πλοιω CT § 27:37 διακοσιαι ¦ ως WH * 27:38 της 𝔐17 ¦ — 𝔐8 ANT CT PCK TR 27:39 εβουλευσαντο ¦ εβουλευοντο CT 27:39 δυνατον ¦ δυναιντο ANT CT TR § 27:39 εξωσαι ¦ εκσωσαι WH * 27:40 αρτεμονα 𝔐14 ¦ αρτεμωνα 𝔐11 ANT CT 27:41 επωκειλαν ¦ επεκειλαν CT 27:41 εμεινεν ¦ εμενεν PCK § 27:41 των κυματων 97.2% ¦ — SBL WH 1.2% * 27:42 διαφυγη ¦ διαφυγοι ANT TR 27:43 εκατονταρχος ¦ εκατονταρχης ANT CT 27:43 απορριψαντας ¦ αποριψαντας CT