28
Paul on Malta
Καὶ διασωθέντες, *τότε ἐπέγνωσαν ὅτι Μελίτη νῆσος καλεῖται. Οἱ δὲ βάρβαροι §παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· *ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ τῆς θέρμης §διεξελθοῦσα *καθῆψε τῆς χειρὸς αὐτοῦ. Ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, Πάντως φονεύς ἐστιν ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης Δίκη ζῇν οὐκ εἴασεν. μὲν οὖν, §ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. Οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, *μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι.
Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ §δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν Παῦλος εἰσελθών, καὶ προσευξάμενος, *ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς §τὴν χρείαν.
Paul Arrives in Rome
11 Μετὰ δὲ τρεῖς μῆνας *ἤχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. 12 Καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· 13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· 14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν §ἐπαὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην *ἤλθομεν. 15 Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῶν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος.
16 Ὅτε δὲ §ἤλθομεν εἰς Ῥώμην, * ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
Paul Addresses the Jews in Rome
17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, §Ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. 19 Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι *κατηγορῆσαι. 20 Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 Οἱ δὲ πρὸς αὐτὸν εἶπον, Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἐλάλησέ τι §περὶ σοῦ πονηρόν. 22 Ἀξιοῦμεν δὲ *παρὰ σοῦ ἀκοῦσαι φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται.
23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, §ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς *τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. 25 Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, 26 §λέγον,
 
Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ *εἰπόν,
Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε·
καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.
27 Ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς,
καὶ τοῖς ὠσὶν ἀκούσωσι,
καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,
καὶ ἰάσομαι αὐτούς.
 
28 Γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη §τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. 29 *Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.
30 Ἔμεινε δὲ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας, ἀκωλύτως.
* 28:1 τοτε επεγνωσαν 𝔐16 ¦ οι περι τον παυλον εκ του πλοος τοτε επεγνωσαν 𝔐6 ¦ τοτε επεγνωμεν CT 28:1 μελιτη ¦ μελιτηνη WH 28:2 δε ¦ τε CT § 28:2 παρειχον ¦ παρειχαν TH WH * 28:2 αναψαντες ¦ αψαντες CT 28:3 πληθος ¦ τι πληθος CT 28:3 εκ 𝔐16 ¦ απο 𝔐9 ANT CT § 28:3 διεξελθουσα ¦ εξελθουσα CT PCK TR * 28:3 καθηψε 𝔐18 ¦ καθηψατο 𝔐7 PCK 28:4 ειδον ¦ ειδαν WH 28:4 ελεγον προς αλληλους ¦ προς αλληλους ελεγον CT § 28:5 αποτιναξας 𝔐14 ¦ αποτιναξαμενος 𝔐11 ECM PCK * 28:6 μεταβαλλομενοι ¦ μεταβαλομενοι CT 28:6 θεον αυτον ειναι ¦ αυτον ειναι θεον ECM† NA SBL TH WH 28:7 τρεις ημερας ¦ ημερας τρεις WH § 28:8 δυσεντερια 𝔐12 ¦ δυσεντεριω 𝔐13 ANT CT * 28:8 επιθεις ¦ και επιθεις ANT 28:9 ουν ¦ δε CT 28:9 εχοντες ασθενειας εν τη νησω ¦ εν τη νησω εχοντες ασθενειας CT § 28:10 την χρειαν ¦ τας χρειας CT * 28:11 ηχθημεν 𝔐30 ¦ ανηχθημεν 𝔐15 ANT CT HF PCK TR 28:11 διοσκουροις 𝔐17 ¦ διοσκοροις 𝔐8 28:13 περιελθοντες ¦ περιελοντες ECM† NA SBL WH § 28:14 επ ¦ παρ CT * 28:14 ηλθομεν ¦ ηλθαμεν CT 28:15 εξηλθον ¦ ηλθαν ECM† NA SBL TH WH 28:15 ημιν 𝔐22 ¦ ημων 𝔐23 ECM† § 28:16 ηλθομεν ¦ εισηλθομεν ECM NA SBL TH ¦ εισηλθαμεν WH * 28:16 ο εκατονταρχος (εκατονταρχης ANT 0%) παρεδωκε τους δεσμιους τω στρατοπεδαρχη τω δε παυλω επετραπη 𝔐150 64.6% ¦ ο εκατονταρχος παρεδωκε τους δεσμιους τω στρατοπεδαρχω τω δε παυλω επετραπη 𝔐79 HF 19.2% ¦ επετραπη τω παυλω CT 4.4% 28:17 συγκαλεσασθαι ¦ συνκαλεσασθαι TH WH 28:17 τον παυλον ¦ αυτον CT § 28:17 ανδρες αδελφοι εγω ¦ εγω ανδρες αδελφοι CT * 28:19 κατηγορησαι ¦ κατηγορειν CT 28:20 ενεκεν ¦ εινεκεν WH 28:21 ειπον ¦ ειπαν CT § 28:21 περι σου πονηρον ¦ πονηρον περι σου PCK * 28:22 παρα σου ακουσαι 𝔐16 ¦ ακουσαι παρα σου 𝔐9 28:22 μεν 𝔐16 ¦ — 𝔐8 28:22 εστιν ημιν ¦ ημιν εστιν CT § 28:23 ηκον ¦ ηλθον ECM NA TH ¦ ηλθαν WH * 28:23 τα ¦ — CT 28:23 μωυσεως 𝔐21 ¦ μωυσεος 𝔐11 PCK ¦ μωσεως 𝔐10 HF TR 28:25 ημων ¦ υμων CT § 28:26 λεγον 𝔐21 ¦ λεγων 𝔐24 ECM† NA SBL TH WH * 28:26 ειπον ¦ ειπε TR 28:27 ιασομαι ¦ ιασωμαι PCK TR 28:28 εστω υμιν ¦ υμιν εστω WH § 28:28 το ¦ τουτο το ANT CT * 28:29 και ταυτα αυτου ειποντος απηλθον οι ιουδαιοι πολλην εχοντες εν εαυτοις συζητησιν 87.6% ¦ — NA SBL TH WH 4.6% {Note: ECM encloses this text with double brackets.} 28:30 εμεινε ¦ ενεμεινε CT 28:30 ο παυλος ¦ — CT