4
Peter and John Brought Before the Council
Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ *ἱερεῖς καὶ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ἀριθμὸς τῶν ἀνδρῶν §ὡσεὶ χιλιάδες πέντε.
Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ *πρεσβυτέρους καὶ γραμματεῖς εἰς Ἱερουσαλήμ, καὶ §Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καὶ στήσαντες αὐτοὺς ἐν *μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς Πνεύματος Ἁγίου εἶπε πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσῳσται· 10 γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11 Οὗτός ἐστιν λίθος ἐξουθενηθεὶς ὑφὑμῶν τῶν §οἰκοδομούντων, γενόμενος εἰς κεφαλὴν γωνίας. 12 Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ σωτηρία· *οὔτε γὰρ ὄνομά ἐστιν ἕτερον τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν δεῖ σωθῆναι ἡμᾶς.
13 Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14 Τὸν §δὲ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα *τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15 Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους, 16 λέγοντες, Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονε διαὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα §ἀρνήσασθαι. 17 Ἀλλἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, *ἀπειλῇ ἀπειλησόμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων. 18 Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν §αὐτοῖς *τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19  δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες πρὸς αὐτοὺς εἶπον, Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον τοῦ Θεοῦ, κρίνατε. 20 Οὐ δυνάμεθα γὰρ ἡμεῖς, §εἴδομεν καὶ *ἠκούσαμεν, μὴ λαλεῖν. 21 Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς κολάσονται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν Θεὸν ἐπὶ τῷ γεγονότι. 22 Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ἄνθρωπος ἐφὃν §ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
The Believers Pray for Boldness
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ *ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν, καὶ εἶπον, Δέσποτα, σὺ § Θεὸς ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 25  *διὰ στόματος Δαυὶδ παιδός σου εἰπών,
 
Ἵνα τί ἐφρύαξαν ἔθνη,
καὶ λαοὶ ἐμελέτησαν κενά;
26 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·
 
27 συνήχθησαν γὰρ ἐπἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα χείρ σου καὶ βουλή §σου προώρισε γενέσθαι. 29 Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30 ἐν τῷ τὴν χεῖρά *σου ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη τόπος ἐν ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας.
The Believers Share Their Belongings
32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ § ψυχὴ μία· καὶ *οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῶν ἔλεγεν ἴδιον εἶναι, ἀλλἦν αὐτοῖς ἅπαντα κοινά. 33 Καὶ §μεγάλῃ δυνάμει ἀπεδίδουν *τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως τοῦ Κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 Οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· §διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 *Ἰωσῆς δέ, ἐπικληθεὶς Βαρνάβας ἀπὸ τῶν ἀποστόλων ἐστι, μεθερμηνευόμενον, υἱὸς παρακλήσεωςΛευΐτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε §παρὰ τοὺς πόδας τῶν ἀποστόλων.
* 4:1 ιερεις ¦ αρχιερεις WH 4:2 των ¦ την εκ CT TR 4:4 ο ¦ — WH § 4:4 ωσει ¦ ως NA SBL TH WH * 4:5 πρεσβυτερους ¦ τους πρεσβυτερους ANT CT 4:5 γραμματεις ¦ τους γραμματεις CT 4:5 εις ¦ εν CT PCK § 4:6 ανναν τον αρχιερεα και καιαφαν και ιωαννην και αλεξανδρον ¦ αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος CT * 4:7 μεσω ¦ τω μεσω ANT ECM† NA SBL TH TR WH 4:8 του ισραηλ 96.9% ¦ — CT 1.8% 4:9 σεσωσται ¦ σεσωται ECM NA § 4:11 οικοδομουντων ¦ οικοδομων CT * 4:12 ουτε ¦ ουδε ANT ECM† NA PCK SBL TH WH 4:12 εστιν ετερον ¦ εστιν ετερον υπο τον ουρανον 𝔐pt ANT ECM† HF NA SBL TH TR WH ¦ ετερον εστιν υπο τον ουρανον ECM† PCK 4:13 ιωαννου ¦ ιωανου WH § 4:14 δε ¦ τε CT * 4:14 τον ¦ — PCK 4:15 συνεβαλλον ¦ συνεβαλον TR 4:16 ποιησομεν ¦ ποιησωμεν 𝔐pt ECM† HF NA SBL TH WH § 4:16 αρνησασθαι ¦ αρνεισθαι CT * 4:17 απειλη ¦ — CT 4:17 απειλησομεθα ¦ απειλησωμεθα 𝔐pt ANT CT HF PCK TR 4:17 ανθρωπων ¦ ανθρωπω PCK § 4:18 αυτοις ¦ — CT * 4:18 το ¦ — WH 4:19 ιωαννης ¦ ιωανης WH 4:19 προς αυτους ειπον ¦ ειπον προς αυτους ECM NA SBL TH ¦ ειπαν προς αυτους WH § 4:20 ειδομεν ¦ ειδαμεν CT * 4:20 ηκουσαμεν ¦ α ηκουσαμεν PCK 4:21 κολασονται ¦ κολασωνται ECM† NA SBL TH TR WH 4:22 τεσσαρακοντα ¦ τεσσερακοντα CT § 4:22 εγεγονει ¦ γεγονει ECM NA SBL WH * 4:23 απηγγειλαν ¦ ανηγγειλαν PCK 4:23 ειπον ¦ ειπαν CT 4:24 ειπον ¦ ειπαν CT § 4:24 ο θεος ¦ — ANT ECM† NA SBL TH WH * 4:25 δια στοματος δαυιδ (δαβιδ HF) 64% ¦ δια στοματος δαβιδ του TR 24.5% ¦ του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ (δαυειδ TH WH) ECM NA SBL 5.2% 4:27 επι ¦ εν τη πολει ταυτη επι CT 4:27 πιλατος ¦ πειλατος WH § 4:28 σου ¦ — ECM† SBL WH * 4:30 σου ¦ — WH 4:31 πνευματος αγιου ¦ του αγιου πνευματος CT 4:32 η ¦ — ECM† NA SBL TH WH § 4:32 η ¦ — ECM† NA SBL TH WH * 4:32 ουδε ¦ ουδ SCR 4:32 αυτων ¦ αυτω 𝔐pt ANT CT PCK TR 4:32 απαντα ¦ παντα SBL WH § 4:33 μεγαλη δυναμει ¦ δυναμει μεγαλη ECM† NA PCK SBL TH WH * 4:33 το μαρτυριον οι αποστολοι ¦ οι αποστολοι το μαρτυριον PCK 4:33 της αναστασεως του κυριου ιησου 78.4% ¦ της αναστασεως του κυριου ιησου χριστου MSS 16.3% ¦ του κυριου ιησου της αναστασεως ECM† WH 0.2% 4:34 υπηρχεν 73.8% ¦ ην CT PCK 24.4% § 4:35 διεδιδοτο ¦ διεδιδετο CT * 4:36 ιωσης ¦ ιωσηφ CT 4:36 απο ¦ υπο TR 4:36 λευιτης ¦ λευειτης WH § 4:37 παρα ¦ προς ECM NA