4
Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. * δὲ λοιπόν, ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφὑμῶν ἀνακριθῶ, ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλοὐδὲ ἐμαυτὸν ἀνακρίνω. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλοὐκ ἐν τούτῳ δεδικαίωμαι· δὲ ἀνακρίνων με Κύριός ἐστιν. Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ.
Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ διὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς §φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Τίς γάρ σε διακρίνει; Τί δὲ ἔχεις οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν *συμβασιλεύσωμεν. Δοκῶ γὰρ ὅτι Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις. 10 Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ §γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν· διωκόμενοι ἀνεχόμεθα· 13  *βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλοὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. 17 Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστι §τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν *Χριστῷ, καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. 18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. 19 Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. 20 Οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ Θεοῦ, ἀλλἐν δυνάμει. 21 Τί θέλετε; Ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἐν ἀγάπῃ πνεύματί τε πρᾳότητος;
* 4:2 ο δε ¦ ωδε CT 4:6 απολλω ¦ απολλων CT 4:6 ο γεγραπται φρονειν ¦ α γεγραπται CT § 4:6 φυσιουσθε ¦ μη φυσιουσθε HF PCK * 4:8 συμβασιλευσωμεν ¦ συνβασιλευσωμεν TH WH 4:9 οτι ¦ — CT 4:10 ημεις ¦ υμεις PCK § 4:11 γυμνητευομεν ¦ γυμνιτευομεν CT PCK * 4:13 βλασφημουμενοι ¦ δυσφημουμενοι CT 4:14 νουθετω ¦ νουθετων NA SBL WH 4:16 γινεσθε ¦ γεινεσθε TH § 4:17 τεκνον μου ¦ μου τεκνον CT * 4:17 χριστω 87.1% ¦ χριστω ιησου NA SBL WH 12% 4:21 πραοτητος ¦ πραυτητος CT