4
Friendship with the World
Πόθεν πόλεμοι καὶ *μάχαι ἐν ὑμῖν; Οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; Ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. Μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; Ὃς §ἂν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει; Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα *κατῴκησεν ἐν ἡμῖν. Μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Ὑποτάγητε οὖν τῷ Θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφὑμῶν. Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. Ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος §μεταστραφήτω, καὶ χαρὰ εἰς κατήφειαν. 10 Ταπεινώθητε ἐνώπιον *τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Speaking Evil Against One Another
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. 12 Εἷς ἐστιν § νομοθέτης, δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ *δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον;
Boasting About Tomorrow
13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον §καὶ αὔριον *πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν ἕνα, καὶ §ἐμπορευσώμεθα, καὶ *κερδήσωμεν· 14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον. Ποία γὰρ ζωὴ §ὑμῶν; Ἀτμὶς γὰρ *ἔσται πρὸς ὀλίγον φαινομένη, ἔπειτα δὲ καὶ ἀφανιζομένη. 15 Ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν Κύριος §θελήσῃ, καὶ *ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἐκεῖνο. 16 Νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 Εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
* 4:1 μαχαι ¦ ποθεν μαχαι CT 4:2 ουκ εχετε ¦ ουκ εχετε δε TR ¦ και ουκ εχετε ANT 4:4 μοιχοι και 97.8% ¦ — CT 1.8% § 4:4 αν ¦ εαν CT * 4:5 κατωκησεν ¦ κατωκισεν CT 4:7 δε ¦ — 𝔐pt ANT PCK TR 4:8 εγγιει ¦ εγγισει WH § 4:9 μεταστραφητω ¦ μετατραπητω ECM† NA SBL WH * 4:10 του ¦ — NA27 SBL TH WH 4:11 ο ¦ ο γαρ PCK 4:11 και 83.5% ¦ η CT 15.3% § 4:12 ο νομοθετης ¦ ο νομοθετης και κριτης ANT ECM NA PCK TH ¦ νομοθετης και κριτης SBL WH * 4:12 δε ¦ — TR 4:12 ος κρινεις ¦ ο κρινων ECM† NA SBL TH WH 4:12 ετερον ¦ πλησιον CT § 4:13 και ¦ η CT SCR * 4:13 πορευσωμεθα ¦ πορευσομεθα ANT CT SCR 4:13 ποιησωμεν ¦ ποιησομεν ANT CT SCR 4:13 ενα ¦ — CT § 4:13 εμπορευσωμεθα ¦ εμπορευσομεθα ANT CT SCR * 4:13 κερδησωμεν ¦ κερδησομεν ANT CT SCR 4:14 το ¦ τα ECM† ¦ — WH 4:14 γαρ ¦ — CT § 4:14 υμων ¦ ημων PCK * 4:14 εσται ¦ εστιν 𝔐pt PCK TR ¦ εστε CT 4:14 η ¦ — WH 4:14 δε και ¦ δε TR ¦ και CT ¦ — PCK § 4:15 θεληση ¦ θελη WH * 4:15 ζησωμεν ¦ ζησομεν ANT CT SCR 4:15 ποιησωμεν ¦ ποιησομεν ANT CT SCR 4:16 αλαζονειαις ¦ αλαζονιαις TH WH