18
Jesus Arrested
Ταῦτα εἰπὼν * Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. ᾜδει δὲ καὶ Ἰούδας, παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ §Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπαὐτόν, *ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε; Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς Ἰησοῦς, Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας παραδιδοὺς αὐτὸν μεταὐτῶν. Ὡς οὖν εἶπεν αὐτοῖς §ὅτι Ἐγώ εἰμι, *ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί. Πάλιν οὖν αὐτοὺς ἐπηρώτησε, Τίνα ζητεῖτε; Οἱ δὲ §εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον. Ἀπεκρίθη *Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 Εἶπεν οὖν Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον δέδωκέ μοι πατήρ, οὐ μὴ πίω αὐτό;
Jesus Brought Before Annas
12  οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν, 13 καὶ §ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου. 14 Ἦν δὲ Καϊάφας συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον *ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
Peter Denies Jesus
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ἄλλος μαθητής. δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· 16  δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν μαθητὴς ἄλλος §ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον. 17 Λέγει οὖν * παιδίσκη θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί. 18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μεταὐτῶν Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
The High Priest Questions Jesus
19  οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 Ἀπεκρίθη αὐτῷ § Ἰησοῦς, Ἐγὼ παρρησίᾳ *ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. 21 Τί με §ἐπερωτᾷς; *Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν εἶπον ἐγώ. 22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 Ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με §δέρεις; 24 *Ἀπέστειλεν αὐτὸν Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Peter Denies Jesus Again
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο οὖν ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί. 26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μεταὐτοῦ; 27 Πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Jesus Brought Before Pilate
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ §πρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, *ἀλλἵνα φάγωσι τὸ Πάσχα. 29 Ἐξῆλθεν οὖν Πιλάτος πρὸς αὐτούς, καὶ εἶπε, Τίνα κατηγορίαν φέρετε §κατὰ τοῦ ἀνθρώπου τούτου; 30 Ἀπεκρίθησαν καὶ *εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 Εἶπεν οὖν αὐτοῖς §Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον *οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν.
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν §Πιλάτος, καὶ ἐφώνησε τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; 34 *Ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἀφἑαυτοῦ σὺ τοῦτο λέγεις, ἄλλοι σοι εἶπον περὶ ἐμοῦ; 35 Ἀπεκρίθη §Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 Ἀπεκρίθη *Ἰησοῦς, βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 Εἶπεν οὖν αὐτῷ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη §Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι *ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 Λέγει αὐτῷ Πιλάτος, Τί ἐστιν ἀλήθεια;
The Crowd Calls For Jesus' Crucifixion
Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. 39 Ἔστι δὲ συνήθεια §ὑμῖν, ἵνα ἕνα *ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων; 40 Ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ Βαραββᾶς λῃστής.
* 18:1 ο [95.9%] ¦ — NA SBL WH [0.3%] 18:1 των [93.1%] ¦ του NA SBL [1.3%] 18:2 ο [57.6%] ¦ και ο 𝔐pt ANT HF [36.7%] ¦ — NA SBL WH [0.3%] § 18:3 φαρισαιων [96.2%] ¦ εκ των φαρισαιων CT [0.4%] * 18:4 εξελθων ειπεν [96.7%] ¦ εξηλθε και λεγει CT [1.4%] 18:5 ο ιησους [96.9%] ¦ — NA SBL WH [2.5%] 18:5 ειστηκει ¦ ιστηκει TH WH § 18:6 οτι [94.5%] ¦ — CT [5.5%] * 18:6 απηλθον [99%] ¦ απηλθαν TH WH [0.3%] 18:6 επεσον [98.3%] ¦ επεσαν CT [1.3%] 18:7 αυτους επηρωτησε [72.4%] ¦ αυτοις επηρωτησε MSS [18.5%] ¦ επηρωτησεν αυτους CT [5.2%] § 18:7 ειπον [98.8%] ¦ ειπαν NA SBL WH [0.3%] * 18:8 ιησους [80.5%] ¦ ο ιησους TR [14.4%] 18:10 ωτιον [97.3%] ¦ ωταριον CT [0.6%] 18:11 μαχαιραν [50.3%] ¦ μαχαιραν σου 𝔐pt HF TR [44.6%] § 18:13 απηγαγον αυτον [86.8%] ¦ απηγαγον MSS [9.1%] ¦ ηγαγον CT [0.4%] * 18:14 απολεσθαι [92.1%] ¦ αποθανειν CT [6.6%] 18:15 ο [97%] ¦ — CT SCR [2.9%] 18:16 ειστηκει ¦ ιστηκει TH WH § 18:16 ος ην γνωστος τω αρχιερει [98.3%] ¦ ο γνωστος του αρχιερεως CT [0.1%] * 18:17 η παιδισκη η θυρωρος τω πετρω [97.4%] ¦ τω πετρω η παιδισκη η θυρωρος CT [1.1%] 18:18 ειστηκεισαν ¦ ιστηκεισαν TH WH 18:18 μετ αυτων ο πετρος [92.2%] ¦ και ο πετρος μετ αυτων CT [1.7%] § 18:20 ο [92.5%] ¦ — CT [1.9%] * 18:20 ελαλησα [90%] ¦ λελαληκα CT [4.4%] 18:20 συναγωγη [82.2%] ¦ τη συναγωγη TR [12.6%] 18:20 παντοτε [77.6%] ¦ παντες CT [12.9%] § 18:21 επερωτας [95.8%] ¦ ερωτας CT [3.3%] * 18:21 επερωτησον [92.8%] ¦ ερωτησον CT [5.3%] 18:22 των υπηρετων παρεστηκως [94.4%] ¦ παρεστηκως των υπηρετων CT [0.5%] 18:23 ο [96.5%] ¦ — CT [1.2%] § 18:23 δερεις [62.9%] ¦ δαιρεις PCK [36.7%] * 18:24 απεστειλεν [83.8%] ¦ απεστειλεν ουν CT SCR [8.3%] ¦ απεστειλεν δε MSS [7.2%] 18:25 ουν [67.7%] ¦ — CT TR [30.5%] 18:27 ο [69.7%] ¦ — CT [25.3%] § 18:28 πρωι [57.1%] ¦ πρωια 𝔐pt TR [37.3%] * 18:28 αλλ ινα [96%] ¦ αλλα CT [3.1%] 18:29 πιλατος ¦ πειλατος TH WH 18:29 προς αυτους και ειπε [81.8%] ¦ εξω προς αυτους και ειπε MSS [9.8%] ¦ εξω προς αυτους και φησι CT [1.7%] § 18:29 κατα [99.1%] ¦ — WH [0.1%] * 18:30 ειπον [98.7%] ¦ ειπαν CT [0.5%] 18:30 κακοποιος [99.2%] ¦ κακον ποιων CT [0.3%] 18:31 ο [97.2%] ¦ — WH [0.3%] § 18:31 πιλατος ¦ πειλατος TH WH * 18:31 ουν [81.9%] ¦ δε MSS [11.9%] ¦ — NA SBL WH [1.2%] 18:32 εμελλεν [59.6%] ¦ ημελλεν 𝔐pt ANT CT HF TR [40.3%] 18:33 εις το πραιτωριον παλιν [88.7%] ¦ παλιν εις το πραιτωριον CT [7.5%] § 18:33 πιλατος ¦ πειλατος TH WH * 18:34 απεκριθη αυτω ο [85.3%] ¦ απεκρινατο MSS [6.6%] ¦ απεκριθη CT [1.1%] 18:34 αφ εαυτου [98.8%] ¦ απο σεαυτου CT [1%] 18:34 αλλοι σοι ειπον [89.8%] ¦ αλλος σοι ειπε MSS [7%] ¦ αλλοι ειπον σοι CT [0.7%] § 18:35 πιλατος ¦ πειλατος TH WH * 18:36 ιησους [88.7%] ¦ ο ιησους TR [10.8%] 18:36 αν οι εμοι ηγωνιζοντο [93.4%] ¦ οι εμοι ηγωνιζοντο αν CT [2.8%] 18:37 πιλατος ¦ πειλατος TH WH § 18:37 ιησους [56%] ¦ ο ιησους 𝔐pt CT TR [42.5%] * 18:37 εγω [94%] ¦ — CT [4.3%] 18:38 πιλατος ¦ πειλατος TH WH 18:38 αιτιαν ευρισκω εν αυτω [95.7%] ¦ ευρισκω εν αυτω αιτιαν CT [1.5%] § 18:39 υμιν ¦ ημιν PCK {Note: Morrill does not document the PCK variant in his collation.} * 18:39 υμιν απολυσω [82%] ¦ απολυσω υμιν CT [8.7%] 18:39 υμιν απολυσω [74.3%] ¦ απολυσω υμιν CT [10.9%] ¦ ινα απολυσω υμιν MSS [6%] 18:40 παλιν παντες [52.3%] ¦ παντες PCK [31%] ¦ παλιν CT [12.3%]