19
Τότε οὖν ἔλαβεν *Πιλᾶτος τὸν Ἰησοῦν, καὶ ἐμαστίγωσε. Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ ἔλεγον, Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδουν αὐτῷ ῥαπίσματα. §Ἐξῆλθεν οὖν πάλιν ἔξω *Πιλᾶτος, καὶ λέγει αὐτοῖς, Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω. Ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, Ἴδε, ἄνθρωπος. Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, Σταύρωσον, σταύρωσον §αὐτόν. Λέγει αὐτοῖς *Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.
Ὅτε οὖν ἤκουσεν §Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ Ἰησοῦ, Πόθεν εἶ σύ; δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 Λέγει οὖν αὐτῷ *Πιλᾶτος, Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε, καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 11 Ἀπεκρίθη §Ἰησοῦς, Οὐκ εἶχες ἐξουσίαν *οὐδεμίαν κατἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. 12 Ἐκ τούτου §ἐζήτει Πιλᾶτος ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι *ἔκραζον λέγοντες, Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.
13  οὖν Πιλᾶτος ἀκούσας §τούτων τῶν λόγων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ *τοῦ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ Παρασκευὴ τοῦ Πάσχα, ὥρα δὲ §ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις, Ἴδε, βασιλεὺς ὑμῶν. 15 *Οἱ δὲ ἐκραύγασαν, Ἆρον, ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
The Crucifixion
Παρέλαβον δὲ τὸν Ἰησοῦν §καὶ ἤγαγον· 17 καὶ βαστάζων *τὸν σταυρὸν αὐτοῦ ἐξῆλθεν εἰς τόπον λεγόμενον Κρανίου Τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ· 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μεταὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 Ἔγραψε δὲ καὶ τίτλον §Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, Ἰησοῦς Ναζωραῖος βασιλεὺς τῶν Ἰουδαίων. 20 Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν * τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ῥωμαϊστί. 21 Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, Μὴ γράφε, βασιλεὺς τῶν Ἰουδαίων· ἀλλὅτι Ἐκεῖνος εἶπε, Βασιλεύς §εἰμι τῶν Ἰουδαίων. 22 Ἀπεκρίθη *Πιλᾶτος, γέγραφα, γέγραφα.
23 Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διὅλου. 24 §Εἶπον οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα γραφὴ πληρωθῇ * λέγουσα,
 
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
 
Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ, καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ, καὶ Μαρία Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ, Γύναι, §ἰδοὺ υἱός σου. 27 Εἶτα λέγει τῷ μαθητῇ, *Ἰδοὺ μήτηρ σου. Καὶ ἀπἐκείνης τῆς ὥρας ἔλαβεν μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
The Death of Jesus
28 Μετὰ τοῦτο ἰδὼν Ἰησοῦς ὅτι §πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ γραφή, λέγει, Διψῶ. 29 Σκεῦος *οὖν ἔκειτο ὄξους μεστόν· οἱ δέ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 Ὅτε οὖν ἔλαβε τὸ ὄξος Ἰησοῦς, εἶπε, Τετέλεσται· καὶ κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα.
Jesus' Side Is Pierced
31 Οἱ οὖν Ἰουδαῖοι, §ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦνἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτουἠρώτησαν τὸν *Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη· 34 ἀλλεἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ §εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 Καὶ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινή *ἐστιν αὐτοῦ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα ὑμεῖς §πιστεύσητε. 36 Ἐγένετο γὰρ ταῦτα ἵνα γραφὴ πληρωθῇ, Ὀστοῦν οὐ συντριβήσεται *αὐτοῦ. 37 Καὶ πάλιν ἑτέρα γραφὴ λέγει, Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
The Burial of Jesus
38 Μετὰ ταῦτα ἠρώτησε τὸν Πιλᾶτον §Ἰωσὴφ * ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ. 39 Ἦλθε δὲ καὶ Νικόδημος, ἐλθὼν πρὸς §τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων *μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40 Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν οὐδέπω οὐδεὶς §ἐτέθη. 42 Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
* 19:1 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:3 ελεγον ¦ ηρχοντο προς αυτον και ελεγον ᴄᴛ 19:3 εδιδουν ¦ εδιδοσαν ᴄᴛ § 19:4 εξηλθεν ουν ¦ και εξηλθε ᴄᴛ * 19:4 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:4 εν αυτω ουδεμιαν αιτιαν ευρισκω ¦ ουδεμιαν αιτιαν ευρισκω εν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 19:5 ιδε ¦ ιδου ᴄᴛ § 19:6 αυτον ¦ — ᴄᴛ ᴛʀ * 19:6 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:7 ημων ¦ — ᴄᴛ 19:7 εαυτον θεου υιον ʙ20 ¦ εαυτον υιον θεου ʙ11 ᴘᴄᴋ ʀᴘ ꜱᴛ ¦ εαυτον υιον του θεου ꜱᴄʀ ¦ υιον θεου εαυτον ᴄᴛ § 19:8 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ * 19:10 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:10 σταυρωσαι … απολυσαι ¦ απολυσαι … σταυρωσαι ᴄᴛ 19:11 απεκριθη ¦ απεκριθη αυτω ᴄᴛ § 19:11 ιησους ¦ ο ιησους ᴛʀ * 19:11 ουδεμιαν κατ εμου ¦ κατ εμου ουδεμιαν ᴄᴛ 19:11 σοι δεδομενον ¦ δεδομενον σοι ᴄᴛ 19:11 παραδιδους ¦ παραδους ᴄᴛ § 19:12 εζητει ο πιλατος ¦ ο πιλατος εζητει ɴᴀ ꜱʙʟ ¦ ο πειλατος εζητει ᴛʜ ᴡʜ * 19:12 εκραζον ¦ εκραυγασαν ᴄᴛ 19:12 εαυτον ¦ αυτον ᴛʀ 19:13 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ § 19:13 τουτον τον λογον ʙ15 ¦ τουτων των λογων ʙ15 ¦ των λογων τουτων ᴄᴛ * 19:13 του ¦ — ᴄᴛ 19:13 γαββαθα ʙpt ¦ γαβαθα ʙpt ᴘᴄᴋ 19:14 δε ¦ ην ᴄᴛ ᴘᴄᴋ § 19:14 ωσει ʙpt ¦ ως ʙpt ᴄᴛ * 19:15 οι δε εκραυγασαν ¦ εκραυγασαν ουν εκεινοι ᴄᴛ 19:15 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:16 δε ¦ ουν ᴄᴛ § 19:16 και ηγαγον ¦ και απηγαγον ᴛʀ ¦ — ᴄᴛ * 19:17 τὸν σταυρὸν αὐτοῦ ¦ ἑαυτῷ τὸν σταυρὸν ɴᴀ ᴛʜ ¦ αὑτῷ τὸν σταυρὸν ꜱʙʟ ᴡʜ 19:17 τοπον ¦ τον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 19:17 ος ¦ ο ᴄᴛ § 19:19 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ * 19:20 ο τοπος της πολεως ¦ της πολεως ο τοπος ᴀɴᴛ ᴛʀ 19:20 ελληνιστι ρωμαιστι ¦ ρωμαιστι ελληνιστι ᴄᴛ 19:21 πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ § 19:21 ειμι των ιουδαιων ¦ των ιουδαιων ειμι ꜱʙʟ ᴡʜ * 19:22 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:23 τεσσαρα ¦ τεσσερα ᴛʜ ᴡʜ 19:23 αραφος ¦ αρραφος ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ § 19:24 ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ * 19:24 η λεγουσα ¦ — ᴡʜ 19:25 ειστηκεισαν ¦ ιστηκεισαν ᴛʜ ᴡʜ 19:26 αυτου ¦ — ᴄᴛ § 19:26 ιδου KX(69) ¦ ιδε KX(75) ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ * 19:27 ιδου ¦ ιδε ᴄᴛ 19:27 ο μαθητης αυτην ¦ αυτην ο μαθητης ᴛʀ 19:28 ιδων ʙpt ¦ ειδως ʙpt ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ § 19:28 παντα ηδη ¦ ηδη παντα ᴄᴛ ᴘᴄᴋ * 19:29 ουν ¦ — ᴄᴛ 19:29 οι δε πλησαντες σπογγον οξους και ¦ σπογγον ουν μεστον του οξους ᴄᴛ 19:30 κλινας ¦ κλεινας ᴛʜ § 19:31 ινα … σαββατω επει παρασκευη ην ¦ επει παρασκευη ην ινα … σαββατω ᴄᴛ ꜱᴄʀ * 19:31 πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ 19:32 συσταυρωθεντος ¦ συνσταυρωθεντος ᴛʜ ᴡʜ 19:33 αυτον ηδη ¦ ηδη αυτον ᴄᴛ § 19:34 ευθεως εξηλθεν ¦ ευθυς εξηλθεν ᴛʀ ¦ εξηλθεν ευθυς ᴄᴛ * 19:35 εστιν αυτου η μαρτυρια ʙpt ¦ αυτου εστιν η μαρτυρια ʙpt ᴀɴᴛ ᴄᴛ ᴛʀ ¦ εστιν η μαρτυρια αυτου ᴘᴄᴋ 19:35 κακεινος ¦ και εκεινος ᴄᴛ 19:35 υμεις ¦ και υμεις ᴀɴᴛ ᴄᴛ § 19:35 πιστευσητε ¦ πιστευητε ꜱʙʟ ᴛʜ ᴡʜ * 19:36 αυτου ʙ24 ¦ απ αυτου ʙ7 ᴘᴄᴋ ʀᴘ 19:38 μετα ¦ μετα δε ᴀɴᴛ ᴄᴛ ᴛʀ 19:38 πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ § 19:38 ιωσηφ ʙ17 ¦ ο ιωσηφ ʙ14 ʜꜰ ᴛʀ * 19:38 ο ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 19:38 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 19:38 του ιησου ¦ αυτου ᴄᴛ § 19:39 τον ιησουν ¦ αυτον ᴄᴛ * 19:39 μιγμα ¦ ελιγμα ᴡʜ 19:39 ως KX(95) ¦ ωσει KX(53) ᴛʀ 19:40 εν ¦ — ᴄᴛ ᴛʀ § 19:41 ετεθη ¦ ην τεθειμενος ᴄᴛ