ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ
ΜΑΡΚΟΝ
1
The Preaching of John the Baptist
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, *υἱοῦ τοῦ Θεοῦ.
Ὡς γέγραπται ἐν τοῖς προφήταις,
 
Ἰδού, §ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου *ἔμπροσθέν σου·
φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
 
ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ §ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα καὶ οἱ *Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπαὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. §ἦν δὲ * Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσε λέγων, Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. ἐγὼ §μὲν ἐβάπτισα ὑμᾶς *ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.
The Baptism of Jesus
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ §Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη *ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦμα §ὡσεὶ περιστερὰν καταβαῖνον *ἐπαὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν εὐδόκησα.
The Temptation of Jesus
12 Καὶ §εὐθὺς τὸ Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ ἦν *ἐκεῖ ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
14 Μετὰ δὲ τὸ παραδοθῆναι §τὸν *Ἰωάννην ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας τοῦ Θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται καιρός, καὶ ἤγγικεν βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Jesus Calls His First Disciples
16 §Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν *αὐτοῦ τοῦ Σίμωνος βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς. 17 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι §ἁλιεῖς ἀνθρώπων. 18 καὶ *εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. 19 καὶ προβὰς ἐκεῖθεν ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ §Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 καὶ *εὐθέως ἐκάλεσεν αὐτούς, καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Jesus Casts Out an Unclean Spirit
21 Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς σάββασιν §εἰσελθὼν *εἰς τὴν συναγωγὴν ἐδίδασκε. 22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξε 24 λέγων, Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ἅγιος τοῦ Θεοῦ. 25 καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ §κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. 27 καὶ ἐθαμβήθησαν *πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας, Τί ἐστι τοῦτο; §τίς διδαχὴ καινὴ αὕτη, ὅτι κατἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 *ἐξῆλθε δὲ ἀκοὴ αὐτοῦ εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Jesus Heals Many
29 Καὶ εὐθέως ἐκ τῆς συναγωγῆς §ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ *Ἰωάννου. 30  δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρὸς §αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν πυρετὸς *εὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν §αὐτόν.
Jesus Preaches in Galilee
35 Καὶ πρωῒ *ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. 36 καὶ κατεδίωξαν αὐτὸν § Σίμων καὶ οἱ μεταὐτοῦ, 37 καὶ *εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες σε ζητοῦσι. 38 καὶ λέγει αὐτοῖς, Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα §καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ *ἐξελήλυθα. 39 καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Jesus Cleanses a Man with Leprosy
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν §αὐτὸν *καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41  δὲ Ἰησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα §ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 καὶ *εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπαὐτοῦ λέπρα, καὶ ἐκαθαρίσθη. 43 καὶ ἐμβριμησάμενος αὐτῷ §εὐθέως ἐξέβαλεν αὐτὸν 44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς, *ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξε Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45  δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, §ἀλλἔξω *ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
* 1:1 υιου του θεου 98.2% ¦ υιου θεου ᴛʜ 0.5% ¦ — ꜱʙʟ ᴡʜ 0.8% 1:2 ως ᴇᴄᴍ† ¦ καθως ᴄᴛ 1:2 τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη ᴄᴛ 1.3% § 1:2 εγω ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ * 1:2 εμπροσθεν σου ᴇᴄᴍ† 96.6% ¦ — ᴄᴛ 3.3% 1:4 ιωαννης ¦ ιωανης ᴡʜ 1:4 βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και ᴛʜ 0.4% ¦ ο βαπτιζων εν τη ερημω ꜱʙʟ ᴡʜ 0.2% § 1:5 εξεπορευετο ʙ20 KX(83) ¦ εξεπορευοντο ʙ30 KX(67) * 1:5 ιεροσολυμιται ¦ ιεροσολυμειται ᴛʜ ᴡʜ 1:5 και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο ᴄᴛ 1:5 εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω ᴄᴛ § 1:6 ην δε ¦ και ην ᴄᴛ * 1:6 ο ¦ — ᴛʀ 1:6 ιωαννης ¦ ιωανης ᴡʜ 1:6 εσθιων ¦ εσθων ꜱʙʟ ᴛʜ ᴡʜ § 1:8 μεν ¦ — ᴄᴛ * 1:8 εν 95% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 4.3% 1:8 εν 99.7% ¦ — ᴡʜ 0.2% 1:9 ιησους ʙ33 ¦ ο ιησους ʙ17 ᴀɴᴛ ᴘᴄᴋ § 1:9 ναζαρετ ʙ30 ¦ ναζαρεθ ʙ20 ꜱᴄʀ * 1:9 υπο ιωαννου εις τον ιορδανην ᴇᴄᴍ† ¦ εις τον ιορδανην υπο ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εις τον ιορδανην υπο ιωανου ᴡʜ 1:10 ευθεως ¦ ευθυς ᴄᴛ 1:10 απο ¦ εκ ᴄᴛ § 1:10 ωσει ʙ22 KX(93) ¦ ως ʙ28 KX(70) ᴀɴᴛ ᴄᴛ * 1:10 επ ᴇᴄᴍ† ¦ εις ᴄᴛ 1:11 ω ¦ σοι ᴀɴᴛ ᴄᴛ 1:11 ευδοκησα ¦ ηυδοκησα ᴀɴᴛ § 1:12 ευθυς ¦ ευθεως ᴀɴᴛ ᴘᴄᴋ * 1:13 εκει ¦ — ᴄᴛ 1:13 ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ᴄᴛ ¦ ημερας τεσσερακοντα ᴇᴄᴍ† 1:14 μετα δε 99.2% ¦ και μετα ꜱʙʟ ᴡʜ 0.3% § 1:14 τον ʙ29 KX(104) ¦ — ʙ21 KX(58) ᴀɴᴛ * 1:14 ιωαννην ¦ ιωανην ᴡʜ 1:14 ιησους ʙ33 KX(84) ¦ ο ιησους ʙ14 KX(79) ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 1:14 της βασιλειας 95.5% ¦ — ᴄᴛ 2.1% § 1:16 περιπατων δε ¦ και παραγων ᴄᴛ * 1:16 αυτου του σιμωνος ¦ αυτου ᴛʀ ¦ σιμωνος ᴄᴛ 1:16 βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας αμφιβληστρον ᴍꜱꜱ 10.6% ¦ αμφιβαλλοντας ᴄᴛ 0.3% 1:16 αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ § 1:17 αλιεις ¦ αλεεις ᴛʜ ᴡʜ * 1:18 ευθεως ¦ ευθυς ᴄᴛ 1:18 αυτων ¦ — ᴄᴛ 1:19 εκειθεν ¦ — ᴄᴛ § 1:19 ιωαννην ¦ ιωανην ᴡʜ * 1:20 ευθεως ¦ ευθυς ᴄᴛ 1:21 καπερναουμ ¦ καφαρναουμ ᴄᴛ 1:21 ευθεως ¦ ευθυς ᴄᴛ § 1:21 εισελθων 97.7% ¦ — ꜱʙʟ 1% * 1:21 εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην ꜱʙʟ 0.9% 1:23 και ¦ και ευθυς ᴄᴛ 1:24 εα ᴇᴄᴍ† ¦ — ᴄᴛ § 1:26 κραξαν ¦ φωνησαν ᴄᴛ * 1:27 παντες ᴇᴄᴍ† ¦ απαντες ᴄᴛ 1:27 συζητειν ¦ συνζητειν ᴛʜ ᴡʜ 1:27 προς εαυτους λεγοντας 76.4% ¦ προς εαυτους λεγοντες ᴍꜱꜱ 18.3% ¦ προς αυτους λεγοντας ᴛʀ 2% ¦ αυτους λεγοντας ᴡʜ 0.2% § 1:27 τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη ᴄᴛ * 1:28 εξηλθε δε ¦ και εξηλθεν ᴀɴᴛ ᴄᴛ 1:28 ευθυς ᴇᴄᴍ† ¦ ευθυς πανταχου ᴄᴛ 1:29 ευθεως ¦ ευθυς ᴄᴛ § 1:29 εξελθοντες ηλθον 83.1% ¦ εξελθων ηλθεν ᴍꜱꜱ 8.7% ¦ εξελθοντες ηλθαν ᴡʜ 0.1% * 1:29 ιωαννου ¦ ιωανου ᴡʜ 1:30 σιμωνος ¦ του σιμωνος ᴘᴄᴋ 1:30 ευθεως ¦ ευθυς ᴄᴛ § 1:31 αυτης ᴇᴄᴍ† ¦ — ᴄᴛ * 1:31 ευθεως ¦ — ᴄᴛ 1:32 εδυ ¦ εδυσεν ᴡʜ 1:33 η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ᴀɴᴛ ¦ ην ολη η πολις επισυνηγμενη ᴄᴛ § 1:34 αυτον 57.6% ¦ αυτον χριστον ειναι ᴀɴᴛ ᴘᴄᴋ ᴡʜ 28.6% ¦ αυτον τον χριστον ειναι ᴍꜱꜱ 8.9% * 1:35 εννυχον ¦ εννυχα ᴀɴᴛ ᴄᴛ 1:35 απηλθεν ʙ29 ¦ απηλθεν ο ιησους ʙ20 1:36 κατεδιωξαν ᴇᴄᴍ† ¦ κατεδιωξεν ᴄᴛ § 1:36 ο ¦ — ᴄᴛ * 1:37 ευροντες αυτον ᴇᴄᴍ† ¦ ευρον αυτον και ᴄᴛ 1:37 σε ζητουσι ¦ ζητουσι σε ᴄᴛ ᴛʀ 1:38 αγωμεν ᴇᴄᴍ† ¦ αγωμεν αλλαχου ᴄᴛ § 1:38 και εκει ¦ κακει ᴛʜ ᴛʀ * 1:38 εξεληλυθα ʙ31 ¦ εληλυθα ʙ14 ᴘᴄᴋ ¦ εξηλθον ᴄᴛ 1:39 ην 99.4% ¦ ηλθε ᴄᴛ 0.5% 1:39 εν ταις συναγωγαις ¦ εις τας συναγωγας ᴄᴛ § 1:40 αυτον 85.9% ¦ — ᴄᴛ 6.1% * 1:40 και ¦ — ꜱʙʟ ᴡʜ 1:41 ο δε ιησους ¦ και ᴄᴛ 1:41 σπλαγχνισθεις 99.5% ¦ οργισθεις ꜱʙʟ 0.1% § 1:41 ηψατο αυτου ¦ αυτου ηψατο ᴄᴛ * 1:42 ειποντος αυτου 95.8% ¦ — ᴄᴛ 2.3% 1:42 ευθεως ¦ ευθυς ᴄᴛ 1:42 εκαθαρισθη ¦ εκαθερισθη ᴛʜ ᴡʜ § 1:43 ευθεως ¦ ευθυς ᴄᴛ * 1:44 αλλα ʙ22 ¦ αλλ ʙ28 ᴀɴᴛ ʜꜰ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ 1:44 προσενεγκε ¦ προσενεγκαι ᴘᴄᴋ 1:44 μωσης ʙ31 ¦ μωυσης ʙ18 ᴀɴᴛ ᴄᴛ § 1:45 αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ * 1:45 εν ¦ επ ᴄᴛ 1:45 πανταχοθεν ¦ παντοθεν ᴄᴛ