2
Jesus Heals a Paralytic
Καὶ *εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ διἡμερῶν, καὶ ἠκούσθη ὅτι §εἰς οἶκόν ἐστι. καὶ *εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν §κράβαττον *ἐφ παραλυτικὸς κατέκειτο. ἰδὼν δὲ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ, Τέκνον, ἀφέωνταί §σοι αἱ ἁμαρτίαι σου.
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, Τί οὗτος οὕτω λαλεῖ *βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς, Θεός; καὶ εὐθέως ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς §εἶπεν αὐτοῖς, Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, *Ἀφέωνταί σου αἱ ἁμαρτίαι, εἰπεῖν, Ἔγειραι καὶ ἆρόν §σου τὸν κράβαττον καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου *ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίαςλέγει τῷ παραλυτικῷ 11 Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν §κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη *εὐθέως καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι §Οὐδέποτε οὕτως *εἴδομεν.
Jesus Calls Levi
13 Καὶ ἐξῆλθε πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
15 Καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοὶ καὶ §ἠκολούθησαν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς *καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, §Τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει *καὶ πίνει; 17 καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλοἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς §εἰς μετάνοιαν.
A Question About Fasting
18 Καὶ ἦσαν οἱ μαθηταὶ *Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ §οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; 19 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν νυμφίος μεταὐτῶν ἐστι νηστεύειν; ὅσον χρόνον *μεθἑαυτῶν ἔχουσι τὸν νυμφίον οὐ δύνανται νηστεύειν. 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπαὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
21 Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου §ἐπιρράπτει ἐπὶ *ἱματίῳ παλαιῷ· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα §γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, *ῥήσσει οἶνος νέος τοὺς ἀσκούς, καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· §ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς *βλητέον.
Jesus Is Lord of the Sabbath
23 Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, Ἴδε, τί ποιοῦσιν §ἐν τοῖς σάββασιν οὐκ ἔξεστι; 25 καὶ *αὐτὸς ἔλεγεν αὐτοῖς, Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυὶδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μεταὐτοῦ, 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ §τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 27 καὶ ἔλεγεν αὐτοῖς, Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, *οὐχ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε Κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
* 2:1 εισηλθε παλιν ¦ παλιν εισηλθεν ᴛʀ ¦ εισελθων παλιν ᴄᴛ 2:1 καπερναουμ ¦ καφαρναουμ ᴄᴛ 2:1 και ¦ — ᴄᴛ § 2:1 εις οικον 98.5% ¦ εν οικω ᴄᴛ 1% * 2:2 ευθεως ¦ — ᴄᴛ 2:3 προς αυτον παραλυτικον φεροντες ᴇᴄᴍ† ¦ φεροντες προς αυτον παραλυτικον ɴᴀ ꜱʙʟ ᴡʜ 2:4 προσεγγισαι ¦ προσενεγκαι ᴄᴛ § 2:4 κραβαττον ʙ25 ¦ κραββαττον ʙ19 ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ * 2:4 εφ ω ᴇᴄᴍ† ¦ οπου ᴄᴛ 2:5 ιδων δε ¦ και ιδων ᴄᴛ 2:5 αφεωνται ¦ αφιενται ɴᴀ ꜱʙʟ ᴡʜ § 2:5 σοι αι αμαρτιαι σου ¦ σου αι αμαρτιαι ᴄᴛ * 2:7 βλασφημιας ¦ βλασφημει ᴄᴛ 2:8 ευθεως ¦ ευθυς ᴄᴛ 2:8 αυτοι ¦ — ᴄᴛ ᴛʀ § 2:8 ειπεν ¦ λεγει ᴄᴛ * 2:9 αφεωνται ¦ αφιενται ɴᴀ ꜱʙʟ ᴡʜ 2:9 σου ʙ28 ¦ σοι ʙ15 ᴛʀ 2:9 εγειραι ʙ25 ¦ εγειρε ʙ20 ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ εγειρου ᴡʜ § 2:9 σου τον κραβαττον ʙ13 ¦ σου τον κραββατον ʙ23 ʜꜰ ʀᴘ ᴛʀ ¦ τον κραββατον σου ᴘᴄᴋ ¦ τον κραβαττον σου ᴀɴᴛ ᴄᴛ * 2:10 αφιεναι επι της γης αμαρτιας ʙ690 46.2% ¦ επι της γης αφιεναι αμαρτιας ʙ486 ᴇᴄᴍ† ᴘᴄᴋ ꜱʙʟ 46.9% ¦ αφιεναι αμαρτιας επι της γης ɴᴀ ᴡʜ 3.2% 2:11 εγειραι ʙ23 ¦ εγειρε ʙ21 ᴀɴᴛ ᴄᴛ 2:11 και ¦ — ᴄᴛ § 2:11 κραβαττον ʙ25 ¦ κραββατον ʙ20 ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ * 2:12 ευθεως και ¦ και ευθυς ᴄᴛ 2:12 κραβαττον ʙ24 ¦ κραββατον ʙ20 ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 2:12 εναντιον ¦ εμπροσθεν ꜱʙʟ ᴛʜ ᴡʜ § 2:12 ουδεποτε ουτως ¦ ουτως ουδεποτε ᴄᴛ * 2:12 ειδομεν ¦ ειδαμεν ᴡʜ 2:14 λευιν ʙ27 ¦ λευι ʙ17 ʀᴘ ¦ λευειν ᴛʜ ᴡʜ 2:15 εγενετο εν τω ¦ γινεται ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινεται ᴛʜ § 2:15 ηκολουθησαν ᴇᴄᴍ† ¦ ηκολουθουν ᴄᴛ * 2:16 και οι φαρισαιοι 96.6% ¦ των φαρισαιων ᴄᴛ 0.2% 2:16 αυτον εσθιοντα 96.2% ¦ οτι ησθιε ᴛʜ 0.3% ¦ οτι εσθιει ɴᴀ ꜱʙʟ ᴡʜ 0.2% 2:16 τελωνων και αμαρτωλων 97.7% ¦ αμαρτωλων και τελωνων ᴄᴛ 0.2% § 2:16 τι ᴇᴄᴍ† 95.9% ¦ — ᴄᴛ 1.8% * 2:16 και πινει 92.9% ¦ — ᴄᴛ 0.7% 2:17 αυτοις ᴇᴄᴍ† ¦ αυτοις οτι ɴᴀ ꜱʙʟ ᴡʜ 2:17 αλλα ¦ αλλ ɴᴀ § 2:17 εις μετανοιαν ʙ32 ¦ — ʙ13 ᴄᴛ * 2:18 ιωαννου ¦ ιωανου ᴡʜ 2:18 των φαρισαιων 92% ¦ φαρισαιοι ᴄᴛ 6.4% 2:18 ιωαννου ¦ ιωανου ᴡʜ § 2:18 οι ¦ οι μαθηται ᴄᴛ * 2:19 μεθ εαυτων εχουσι τον νυμφιον 89.6% ¦ εχουσι τον νυμφιον μετ αυτων ᴄᴛ 0.6% 2:20 εκειναις ταις ημεραις ¦ εκεινη τη ημερα ᴄᴛ 2:21 και ¦ — ᴀɴᴛ ᴄᴛ § 2:21 επιρραπτει ¦ επιραπτει ᴄᴛ * 2:21 ιματιω παλαιω ¦ ιματιον παλαιον ᴄᴛ 2:21 μη ¦ μηγε ᴀɴᴛ 2:21 αυτου ¦ απ αυτου ᴄᴛ § 2:21 γινεται ¦ γεινεται ᴛʜ * 2:22 ρησσει ¦ ρηξει ᴄᴛ 2:22 ο νεος ¦ — ᴄᴛ 2:22 εκχειται και οι ασκοι απολουνται ¦ απολλυται και οι ασκοι ɴᴀ ꜱʙʟ ᴡʜ § 2:22 αλλα ¦ αλλ ɴᴀ * 2:22 βλητεον 97.5% ¦ — ᴄᴛ 0.3% 2:23 παραπορευεσθαι αυτον εν τοις σαββασι ¦ αυτον εν τοις σαββασι παραπορευεσθαι ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αυτον εν τοις σαββασι διαπορευεσθαι ᴡʜ 2:23 ηρξαντο οι μαθηται αυτου ¦ οι μαθηται αυτου ηρξαντο ᴄᴛ § 2:24 εν ¦ — ᴄᴛ * 2:25 αυτος ελεγεν ¦ λεγει ᴄᴛ 2:25 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ 2:26 αρχιερεως 83% ¦ του αρχιερεως ᴛʀ 16.2% § 2:26 τοις ιερευσι ¦ τους ιερεις ɴᴀ ꜱʙʟ ᴡʜ * 2:27 ουχ 96.6% ¦ και ουχ ᴄᴛ 0.9%