3
Jesus Heals a Man with a Withered Hand
Καὶ εἰσῆλθε πάλιν εἰς *τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν §ἀγαθοποιῆσαι κακοποιῆσαι, ψυχὴν σῶσαι ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετὀργῆς, *συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη χεὶρ αὐτοῦ §ὑγιὴς ὡς ἄλλη. καὶ ἐξελθόντες οἱ Φαρισαῖοι *εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν καταὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσι.
A Great Multitude Follows Jesus
Καὶ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας §ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου· καὶ *οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει §ἦλθον πρὸς αὐτόν. καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν *ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζε λέγοντα ὅτι Σὺ εἶ υἱὸς τοῦ Θεοῦ. 12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ §φανερὸν αὐτὸν ποιήσωσι.
The Twelve Apostles
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 καὶ ἐποίησε *δώδεκα ἵνα ὦσι μεταὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ ἐπέθηκε §τῷ Σίμωνι ὄνομα Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ *Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβουκαὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ἐστιν, Υἱοὶ Βροντῆς 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ §Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν *Κανανίτην 19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
Jesus and Beelzebul
20 Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν §ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς *μήτε ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παραὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη. 25 καὶ ἐὰν οἰκία ἐφἑαυτὴν μερισθῇ, οὐ δύναται §σταθῆναι οἰκία ἐκείνη. 26 καὶ εἰ Σατανᾶς ἀνέστη ἐφἑαυτὸν καὶ *μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. 27 οὐδεὶς δύναται §τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ *διαρπάσῃ.
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· 29 ὃς δἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, §ἀλλἔνοχός ἐστιν αἰωνίου *κρίσεως. 30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
Jesus' Mother and Brothers
31 Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ μήτηρ αὐτοῦ, καὶ ἔξω §ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν *φωνοῦντες αὐτόν. 32 καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν, εἶπον δὲ αὐτῷ, Ἰδού, μήτηρ σου καὶ οἱ ἀδελφοί σου §καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. 33 καὶ *ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν μήτηρ μου οἱ ἀδελφοί μου; 34 καὶ περιβλεψάμενος §κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει, *Ἴδε, μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ §μήτηρ ἐστί.
* 3:1 την ¦ — ꜱʙʟ ᴡʜ 3:3 εξηραμμενην εχοντι την χειρα 93.3% ¦ την χειρα εχοντι ξηραν ꜱʙʟ ᴡʜ 0.4% ¦ την ξηραν χειρα εχοντι ɴᴀ ᴛʜ 0.2% 3:3 εγειραι ʙ22 ¦ εγειρε ʙ22 ᴀɴᴛ ᴄᴛ § 3:4 αγαθοποιησαι ᴇᴄᴍ† ¦ αγαθον ποιησαι ɴᴀ * 3:5 συλλυπουμενος ¦ συνλυπουμενος ᴛʜ ᴡʜ 3:5 σου ᴇᴄᴍ† ¦ — ɴᴀ ꜱʙʟ 3:5 αποκατεσταθη ʙ22 ¦ απεκατεσταθη ᴄᴛ § 3:5 υγιης ως η αλλη ʙ31 ¦ — ʙ13 ᴄᴛ * 3:6 ευθεως ¦ ευθυς ᴄᴛ 3:6 εποιουν 92.5% ¦ εποιησαν ᴍꜱꜱ 5.2% ¦ εδιδουν ᴄᴛ 1.3% 3:7 ανεχωρησε μετα των μαθητων αυτου ¦ μετα των μαθητων αυτου ανεχωρησε ᴄᴛ § 3:7 ηκολουθησαν αυτω ʙ753 50.9% ¦ ηκολουθησεν αυτω ʙ475 ᴘᴄᴋ 42.9% ¦ ηκολουθησε ᴄᴛ 0.2% * 3:8 οι ¦ — ᴄᴛ 3:8 ακουσαντες ¦ ακουοντες ᴄᴛ 3:8 εποιει ¦ ποιει ᴡʜ § 3:8 ηλθον ¦ ηλθαν ᴡʜ * 3:11 εθεωρει ¦ εθεωρουν ᴀɴᴛ ᴄᴛ 3:11 προσεπιπτεν ʙ30 ¦ προσεπιπτον ʙ14 ᴀɴᴛ ᴄᴛ 3:11 εκραζε ¦ εκραζον ᴀɴᴛ ᴄᴛ § 3:12 φανερον αυτον ¦ αυτον φανερον ᴄᴛ ᴛʀ * 3:14 δωδεκα 97.1% ¦ δωδεκα ους και αποστολους ωνομασεν ᴡʜ 1.5% 3:15 θεραπευειν τας νοσους και ¦ — ᴄᴛ 3:16 και 98.8% ¦ και εποιησε τους δωδεκα και ꜱʙʟ ᴡʜ 0.4% § 3:16 τω σιμωνι ονομα ¦ ονομα τω σιμωνι ᴀɴᴛ ᴄᴛ * 3:17 ιωαννην ¦ ιωανην ᴡʜ 3:17 ονοματα ¦ ονομα ᴡʜ 3:17 βοανεργες ¦ βοανηργες ᴄᴛ § 3:18 ματθαιον ¦ μαθθαιον ᴄᴛ * 3:18 κανανιτην ¦ καναναιον ᴄᴛ 3:19 ισκαριωτην 98% ¦ ισκαριωθ ᴄᴛ 0.8% 3:20 ερχονται ᴇᴄᴍ† ¦ ερχεται ᴄᴛ § 3:20 οχλος 89.5% ¦ ο οχλος ꜱʙʟ ᴛʜ ᴡʜ 7.4% * 3:20 μητε ¦ μηδε ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴛʜ ᴡʜ 3:22 βεελζεβουλ ¦ βεεζεβουλ ᴡʜ 3:25 δυναται ¦ δυνησεται ᴄᴛ § 3:25 σταθηναι η οικια εκεινη ¦ η οικια εκεινη σταθηναι ɴᴀ ꜱʙʟ ¦ η οικια εκεινη στηναι ᴛʜ ᴡʜ * 3:26 μεμερισται ¦ εμερισθη ᴄᴛ 3:26 σταθηναι ᴇᴄᴍ† ¦ στηναι ᴄᴛ 3:27 ουδεις δυναται ¦ ου δυναται ουδεις ᴛʀ ¦ αλλ ου δυναται ουδεις ɴᴀ ᴛʜ ᴡʜ ¦ αλλ ουδεις δυναται ꜱʙʟ § 3:27 τα σκευη του ισχυρου εισελθων εις την οικιαν ᴇᴄᴍ† ¦ εις την οικιαν του ισχυρου εισελθων τα σκευη ᴄᴛ * 3:27 διαρπαση ʙ32 ¦ διαρπασει ʙ12 ᴀɴᴛ ᴄᴛ ᴛʀ 3:28 τα αμαρτηματα τοις υιοις των ανθρωπων ¦ τοις υιοις των ανθρωπων τα αμαρτηματα ᴀɴᴛ ᴄᴛ 3:28 βλασφημιαι οσας αν ¦ αι βλασφημιαι οσας εαν ᴀɴᴛ ᴇᴄᴍ† ¦ αι βλασφημιαι οσα εαν ᴄᴛ § 3:29 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ * 3:29 κρισεως 97% ¦ αμαρτηματος ᴄᴛ 0.7% 3:31 ερχονται ουν ¦ και ερχεται ɴᴀ ᴛʜ ¦ και ερχονται ᴇᴄᴍ† ꜱʙʟ ᴡʜ 3:31 οι αδελφοι και η μητηρ 80.8% ¦ οι αδελφοι αυτου και η μητηρ ᴍꜱꜱ 13.5% ¦ η μητηρ αυτου και οι αδελφοι ᴀɴᴛ ᴄᴛ 2.7% § 3:31 εστωτες ¦ στηκοντες ᴄᴛ ¦ εστηκοτες ᴇᴄᴍ† * 3:31 φωνουντες ᴇᴄᴍ† 94.6% ¦ καλουντες ᴄᴛ 1.6% 3:32 οχλος περι αυτον ¦ περι αυτον οχλος ᴀɴᴛ ᴄᴛ 3:32 ειπον δε ¦ και λεγουσιν ᴄᴛ § 3:32 και αι αδελφαι σου ʙ889 70.2% ¦ — ʙ374 ᴀɴᴛ ᴄᴛ ᴛʀ 28.9% * 3:33 απεκριθη αυτοις λεγων ᴇᴄᴍ† ¦ αποκριθεις αυτοις λεγει ᴄᴛ 3:33 η ʙ29 KX(92) ¦ και ʙ16 KX(59) ɴᴀ ᴛʜ ᴡʜ 3:33 μου ¦ — ᴡʜ § 3:34 κυκλω τους περι αυτον ¦ τους περι αυτον κυκλω ᴄᴛ * 3:34 ιδε ¦ ιδου ᴘᴄᴋ 3:35 γαρ 99.4% ¦ — ᴡʜ 0.3% 3:35 μου ¦ — ᴄᴛ § 3:35 μητηρ ¦ μητηρ μου ᴘᴄᴋ