10
Questions About Divorce
*Κἀκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
Καὶ §προσελθόντες Φαρισαῖοι *ἐπηρώτησαν αὐτόν, Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωσῆς; οἱ δὲ εἶπον, §Μωσῆς ἐπέτρεψε βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. *καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς Θεός. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶ δύο ἀλλὰ §μία σάρξ. οὖν Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶ *ἐν τῇ οἰκίᾳ πάλιν οἱ μαθηταὶ αὐτοῦ περὶ τοῦ αὐτοῦ ἐπηρώτησαν αὐτόν. 11 καὶ λέγει αὐτοῖς, Ὃς §ἐὰν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπαὐτήν· 12 καὶ ἐὰν *γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ μοιχᾶται.
Let the Little Children Come to Me
13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς, Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· §μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς *ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ τιθεὶς τὰς χεῖρας ἐπαὐτὰ εὐλόγει αὐτά.
The Rich Young Ruler
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, Θεός. 19 τὰς ἐντολὰς οἶδας, Μὴ §μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20  δὲ *ἀποκριθεὶς εἶπεν αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21  δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἕν σοι ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς §πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι *ἄρας τὸν σταυρόν. 22  δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Καὶ περιβλεψάμενος Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται. 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ §τῆς τρυμαλιᾶς *τῆς ῥαφίδος εἰσελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας §δὲ αὐτοῖς Ἰησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλοὐ παρὰ *Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 ἤρξατο § Πέτρος λέγειν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ *ἠκολουθήσαμέν σοι. 29 ἀποκριθεὶς Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἀδελφοὺς ἀδελφὰς πατέρα μητέρα § γυναῖκα τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ *ἕνεκεν τοῦ εὐαγγελίου, 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγρούςμετὰ διωγμῶνκαὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Jesus Predicts His Death and Resurrection a Third Time
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς, καὶ ἐθαμβοῦντο §καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ *γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι· 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
The Request of James and John
35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ §Ἰωάννης *οἱ υἱοὶ Ζεβεδαίου λέγοντες, Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. 36  δὲ εἶπεν αὐτοῖς, Τί θέλετε §ποιῆσαί με ὑμῖν; 37 οἱ δὲ *εἶπον αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω, §καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ *εἶπον αὐτῷ, Δυνάμεθα. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὸ μὲν ποτήριον ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ §εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλοἷς ἡτοίμασται. 41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ *Ἰωάννου. 42  δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν· ἀλλὃς §ἐὰν θέλῃ *γενέσθαι μέγας ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος· 44 καὶ ὃς ἐὰν θέλῃ §ὑμῶν γενέσθαι πρῶτος ἔσται πάντων δοῦλος. 45 καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Jesus Heals Blind Bartimaeus
46 Καὶ ἔρχονται εἰς *Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς §ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς *Ναζωραῖός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, υἱὸς Δαυίδ, Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ §Δαυίδ, ἐλέησόν με. 49 καὶ στὰς Ἰησοῦς εἶπεν *αὐτὸν φωνηθῆναι· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ, Θάρσει, ἔγειραι· φωνεῖ σε. 50  δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς §λέγει αὐτῷ Ἰησοῦς, Τί *θέλεις ποιήσω σοί; δὲ τυφλὸς εἶπεν αὐτῷ, Ῥαββουνί, ἵνα ἀναβλέψω. 52  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· πίστις σου σέσωκέ σε. καὶ §εὐθέως ἀνέβλεψε καὶ *ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
* 10:1 κακειθεν ¦ και εκειθεν ᴀɴᴛ ᴄᴛ 10:1 δια του 84.3% ¦ και ᴄᴛ 0.7% ¦ — ᴇᴄᴍ† 13.1% 10:1 συμπορευονται ¦ συνπορευονται ᴛʜ ᴡʜ § 10:2 προσελθοντες φαρισαιοι ʙ724 55.4% ¦ προσελθοντες οι φαρισαιοι ʙ540 ᴀɴᴛ ᴛʀ 42.3% ¦ — ꜱʙʟ 0.2% * 10:2 επηρωτησαν ¦ επηρωτων ᴀɴᴛ ᴄᴛ 10:3 μωσης ¦ μωυσης ᴀɴᴛ ᴄᴛ 10:4 ειπον ¦ ειπαν ᴄᴛ § 10:4 μωσης επετρεψε ¦ επετρεψε μωυσης ᴀɴᴛ ᴄᴛ * 10:5 και αποκριθεις ο ¦ ο δε ᴄᴛ 10:6 ο θεος ¦ — ᴄᴛ 10:7 και προσκολληθησεται προς την γυναικα αυτου ¦ και προσκολληθησεται τη γυναικι αυτου ᴇᴄᴍ† ¦ — ᴡʜ § 10:8 μια σαρξ ʙ15 ¦ σαρξ μια ʙ10 ᴘᴄᴋ * 10:10 εν τη οικια ¦ εις την οικιαν ᴀɴᴛ ᴄᴛ 10:10 αυτου ¦ — ᴀɴᴛ ᴄᴛ 10:10 του αυτου επηρωτησαν ʙ17 ¦ τουτου επηρωτησαν ʙ6 ¦ τουτου επηρωτων ᴀɴᴛ ᴄᴛ § 10:11 εαν ¦ αν ᴀɴᴛ ᴄᴛ * 10:12 γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω 93.4% ¦ αυτη απολυσασα τον ανδρα αυτης γαμηση αλλον ᴄᴛ 0.4% ¦ γυνη απολυσασα τον ανδρα γαμηθη αλλω ᴀɴᴛ 0.2% 10:13 αψηται αυτων 93.1% ¦ αυτων αψηται ᴀɴᴛ ᴄᴛ 6.7% 10:13 επετιμων τοις προσφερουσιν ¦ επετιμησαν αυτοις ᴄᴛ § 10:14 μη ¦ και μη ᴀɴᴛ ᴛʀ * 10:15 εαν ¦ αν ᴄᴛ 10:16 τιθεις τας χειρας επ αυτα ευλογει ¦ τιθεις τας χειρας επ αυτα ηυλογει ᴛʀ ¦ κατηυλογει τιθεις τας χειρας επ ᴀɴᴛ ¦ κατευλογει τιθεις τας χειρας επ ᴄᴛ 10:17 προσδραμων εις ʙ17 ¦ ιδου τις πλουσιος προσδραμων ʙ8 ¦ προσδραμων τις ᴘᴄᴋ § 10:19 μοιχευσης μη φονευσης 91.5% ¦ φονευσης μη μοιχευσης ɴᴀ ꜱʙʟ ᴡʜ 4.1% * 10:20 αποκριθεις ειπεν ¦ εφη ᴄᴛ 10:21 σοι ¦ σε ᴀɴᴛ ᴄᴛ 10:21 υπαγε ¦ ει θελεις τελειος ειναι υπαγε ᴀɴᴛ § 10:21 πτωχοις ᴇᴄᴍ† 97% ¦ τοις πτωχοις ᴄᴛ ᴛʀ 2.7% * 10:21 αρας τον σταυρον 95% ¦ αρας τον σταυρον σου ᴀɴᴛ 1.8% ¦ — ᴄᴛ 1.5% 10:24 τους πεποιθοτας επι χρημασιν 91.6% ¦ τους πεποιθοτας επι τοις χρημασιν ᴛʀ 4% ¦ — ᴄᴛ 0.3% 10:25 ευκοπωτερον ¦ ευκοπωτερον γαρ ᴘᴄᴋ § 10:25 της ʙ18 ¦ — ʙ7 ᴀɴᴛ ᴇᴄᴍ† ᴘᴄᴋ ᴡʜ * 10:25 της ¦ — ᴀɴᴛ ᴇᴄᴍ† ᴡʜ 10:25 εισελθειν ʙ18 ¦ διελθειν ʙ7 ꜱʙʟ ꜱᴄʀ ᴛʜ ᴡʜ 10:26 εαυτους 95.8% ¦ αυτον ᴡʜ 2.3% § 10:27 δε ¦ — ᴀɴᴛ ᴄᴛ * 10:27 θεω ʙ32 ¦ τω θεω ʙ13 ᴛʀ 10:27 εστι ¦ — ᴄᴛ 10:28 ηρξατο ʙ29 ¦ ηρξατο δε ʙ13 ᴘᴄᴋ ¦ και ηρξατο ᴛʀ § 10:28 ο πετρος λεγειν ¦ λεγειν ο πετρος ɴᴀ ꜱʙʟ ᴡʜ * 10:28 ηκολουθησαμεν ¦ ηκολουθηκαμεν ꜱʙʟ ᴛʜ ᴡʜ 10:29 αποκριθεις ο ιησους ειπεν ʙ16KX(51) ¦ και αποκριθεις ο ιησου ειπεν ʙ14 KX(60) ¦ αποκριθεις δε ο ιησους ειπεν ʙ15 KX(54) ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ᴛʀ ¦ εφη ο ιησους ᴄᴛ 10:29 πατερα η μητερα ¦ μητερα η πατερα ᴄᴛ § 10:29 η γυναικα 96.5% ¦ — ᴄᴛ 1.5% * 10:29 ενεκεν ʙ26 ¦ — ʙ18 ᴛʀ 10:30 μητερας ʙ27 ¦ πατερα και μητερα ʙ12 ᴀɴᴛ ᴘᴄᴋ 10:31 εσχατοι ʙ27 ¦ οι εσχατοι ʙ18 ᴄᴛ ᴛʀ § 10:32 και ¦ οι δε ᴄᴛ * 10:33 γραμματευσι ¦ τοις γραμματευσι ᴄᴛ ᴘᴄᴋ ᴛʀ 10:34 μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον ¦ εμπτυσουσιν αυτω και μαστιγωσουσιν αυτον και αποκτενουσι ᴄᴛ 10:34 τη τριτη ημερα 99% ¦ μετα τρεις ημερας ᴄᴛ 0.7% § 10:35 ιωαννης ¦ ιωανης ᴡʜ * 10:35 οι ʙ833 67.5% ¦ οι δυο ᴡʜ 0.2% ¦ — ʙ441 ᴀɴᴛ 32.1% 10:35 λεγοντες ¦ λεγοντες αυτω ᴄᴛ 10:35 αιτησωμεν ¦ αιτησωμεν σε ᴄᴛ § 10:36 ποιησαι με 90.2% ¦ ποιησω ꜱʙʟ ᴛʜ ᴡʜ 2.5% ¦ με ποιησω ɴᴀ 0.4% * 10:37 ειπον ¦ ειπαν ᴄᴛ 10:37 εκ δεξιων σου ¦ σου εκ δεξιων ᴄᴛ 10:37 ευωνυμων σου ᴇᴄᴍ† ¦ αριστερων ᴄᴛ § 10:38 και ¦ η ᴄᴛ * 10:39 ειπον ¦ ειπαν ᴄᴛ 10:39 μεν ¦ — ᴄᴛ 10:40 και ¦ η ᴄᴛ § 10:40 ευωνυμων ¦ ευωνυμων μου ᴘᴄᴋ ᴛʀ * 10:41 ιωαννου ¦ ιωανου ᴡʜ 10:42 ο δε ιησους προσκαλεσαμενος αυτους ¦ και προσκαλεσαμενος αυτους ο ιησους ᴄᴛ 10:43 εσται 97.5% ¦ εστιν ᴄᴛ 1.6% § 10:43 εαν ¦ αν ᴄᴛ * 10:43 γενεσθαι μεγας ¦ μεγας γενεσθαι ᴄᴛ 10:43 υμων διακονος ¦ διακονος υμων ᴛʀ 10:44 εαν ¦ αν ᴄᴛ ᴛʀ § 10:44 υμων γενεσθαι ¦ εν υμιν ειναι ᴄᴛ * 10:46 ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ 10:46 ιεριχω ¦ ιερειχω ᴛʜ ᴡʜ 10:46 υιος … ο τυφλος ¦ ο υιος … τυφλος ᴀɴᴛ ᴄᴛ § 10:46 εκαθητο παρα την οδον προσαιτων 98.5% ¦ προσαιτης εκαθητο παρα την οδον ᴄᴛ 0.4% * 10:47 ναζωραιος 97.6% ¦ ναζαρηνος ᴄᴛ 1% 10:47 ο υιος ¦ υιε ᴀɴᴛ ᴄᴛ 10:47 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ § 10:48 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ * 10:49 αυτον φωνηθηναι ¦ φωνησατε αυτον ᴀɴᴛ ᴄᴛ 10:49 εγειραι ʙ21 ¦ εγειρε ʙ24 ᴀɴᴛ ᴄᴛ 10:50 αναστας ¦ αναπηδησας ᴄᴛ § 10:51 λεγει αυτω ο ιησους ¦ αυτω ο ιησους ειπε ᴄᴛ * 10:51 θελεις ποιησω σοι ¦ σοι θελεις ποιησω ᴀɴᴛ ᴄᴛ 10:51 ραββουνι ¦ ραβουνι ᴘᴄᴋ ¦ ραββονι ᴛʀ ¦ ραββουνει ᴡʜ 10:52 ο δε ¦ και ο ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴡʜ § 10:52 ευθεως ¦ ευθυς ᴄᴛ * 10:52 ηκολουθει ʙ13 ¦ ηκολουθησε ʙ7 ᴘᴄᴋ ¦ ηκολουθη ʙ5 10:52 τω ιησου ¦ αυτω ᴄᴛ