11
The Triumphal Entry
Καὶ ὅτε ἐγγίζουσιν εἰς *Ἱερουσαλὴμ εἰς Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφὃν οὐδεὶς §ἀνθρώπων κεκάθικε· *λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθέως αὐτὸν §ἀποστέλλει ὧδε. *ἀπῆλθον δὲ καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ §ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ *εἶπον αὐτοῖς καθὼς ἐνετείλατο Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. καὶ ἤγαγον τὸν πῶλον πρὸς τὸν Ἰησοῦν καὶ §ἐπέβαλον αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ*αὐτῷ. πολλοὶ δὲ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στοιβάδας §ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον *λέγοντες,
 
Ὡσαννά·
εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
10 εὐλογημένη ἐρχομένη βασιλεία ἐν ὀνόματι Κυρίου τοῦ πατρὸς ἡμῶν §Δαυίδ.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
 
11 καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα * Ἰησοῦς καὶ εἰς τὸ ἱερὸν καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Jesus Curses the Fig Tree
12 Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε. 13 καὶ ἰδὼν συκῆν μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα §εὑρήσει τι ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπαὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· *οὐ γὰρ ἦν καιρὸς σύκων. 14 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῇ, Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν §φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Jesus Cleanses the Temple Courts
15 Καὶ *ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε, 16 καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17 καὶ ἐδίδασκε §λέγων *αὐτοῖς, Οὐ γέγραπται ὅτι οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. 18 καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν §ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ *αὐτόν, ὅτι πᾶς ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19 καὶ ὅτε ὀψὲ ἐγένετο, §ἐξεπορεύετο ἔξω τῆς πόλεως.
The Withered Fig Tree
20 Καὶ *πρωῒ παραπορευόμενοι εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21 καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, συκῆ ἣν κατηράσω ἐξήρανται. 22 καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ. 23 ἀμὴν §γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ *πιστεύσῃ ὅτι λέγει γίνεται, ἔσται αὐτῷ ἐὰν εἴπῃ. 24 διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἂν προσευχόμενοι αἰτῆσθε, πιστεύετε ὅτι λαμβάνετε, καὶ ἔσται ὑμῖν. 25 καὶ ὅταν §στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26 *εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.
The Authority of Jesus Questioned
27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι 28 καὶ λέγουσιν αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι §τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα *ποιῇς; 29  δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς καὶ ἐγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 30 τὸ βάπτισμα §Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἐξ ἀνθρώπων; *ἀποκρίθητέ μοι. 31 καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 32 §ἀλλεἴπωμεν, Ἐξ ἀνθρώπων;—ἐφοβοῦντο τὸν *λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὅτι ὄντως προφήτης ἦν. 33 καὶ ἀποκριθέντες §λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. καὶ Ἰησοῦς *ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
* 11:1 ιερουσαλημ ¦ ιεροσολυμα ᴄᴛ 11:1 βηθσφαγη ʙ17 ¦ βηθφαγη ʙ8 ᴄᴛ ᴛʀ 11:2 ευθεως ¦ ευθυς ᴄᴛ § 11:2 ανθρωπων κεκαθικε ¦ ουπω ανθρωπων εκαθισε ᴄᴛ * 11:2 λυσαντες αυτον αγαγετε ¦ λυσατε αυτον και φερετε ᴄᴛ 11:3 οτι ¦ — ᴡʜ 11:3 ευθεως ¦ ευθυς ᴄᴛ § 11:3 αποστελλει ᴇᴄᴍ† ¦ αποστελει ᴛʀ ¦ αποστελλει παλιν ᴀɴᴛ ᴄᴛ * 11:4 απηλθον δε ¦ και απηλθον ᴄᴛ 11:4 πωλον KX(95) ¦ τον πωλον KX(71) ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 11:4 την ¦ — ᴄᴛ § 11:5 εστηκοτων ¦ εστωτων ᴘᴄᴋ * 11:6 ειπον ¦ ειπαν ɴᴀ ꜱʙʟ ᴡʜ 11:6 ενετειλατο ¦ ειπεν ᴄᴛ 11:7 ηγαγον ¦ φερουσι ᴄᴛ § 11:7 επεβαλον ¦ επιβαλλουσιν ᴄᴛ * 11:7 αυτω ¦ αυτον ᴄᴛ 11:8 πολλοι δε ¦ και πολλοι ᴄᴛ 11:8 στοιβαδας ʙ23 ¦ στιβαδας ʙ11 ᴄᴛ § 11:8 εκοπτον εκ των δενδρων και εστρωννυον εις την οδον 77.7% ¦ εκοπτον εκ των δενδρων και εστρωννυον εν τη οδω ᴍꜱꜱ 16.8% ¦ κοψαντες εκ των αγρων ᴄᴛ 0.4% * 11:9 λεγοντες ¦ — ᴄᴛ 11:10 ευλογημενη ʙ18 ¦ και ευλογημενη ʙ7 11:10 εν ονοματι κυριου ¦ — ᴄᴛ § 11:10 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ * 11:11 ο ιησους και ¦ — ᴄᴛ 11:11 οψιας ¦ οψε ꜱʙʟ ᴡʜ 11:13 μακροθεν ᴇᴄᴍ† ¦ απο μακροθεν ᴀɴᴛ ᴄᴛ § 11:13 ευρησει τι ¦ τι ευρησει ᴀɴᴛ ᴄᴛ * 11:13 ου γαρ ην καιρος ¦ ο γαρ καιρος ουκ ην ᴄᴛ 11:14 ο ιησους ¦ — ᴀɴᴛ ᴄᴛ 11:14 εκ σου εις τον αιωνα ¦ εις τον αιωνα εκ σου ᴄᴛ § 11:14 φαγοι ¦ φαγη ᴘᴄᴋ * 11:15 ερχονται ¦ ερχονται παλιν ᴀɴᴛ 11:15 ο ιησους ¦ — ᴄᴛ 11:15 αγοραζοντας ¦ τους αγοραζοντας ᴀɴᴛ ᴄᴛ § 11:17 λεγων ¦ και ελεγεν ᴄᴛ * 11:17 αυτοις ¦ — ᴡʜ 11:17 εποιησατε αυτον ¦ αυτον εποιησατε ᴀɴᴛ ¦ πεποιηκατε αυτον ᴄᴛ 11:18 γραμματεις και οι αρχιερεις ¦ γραμματεις και οι φαρισαιοι και οι αρχιερεις ᴀɴᴛ ¦ αρχιερεις και οι γραμματεις ᴄᴛ § 11:18 απολεσωσιν ʙ15 ¦ απολεσουσιν ʙ10 ᴘᴄᴋ ᴛʀ * 11:18 αυτον ʙ18 ¦ — ʙ7 11:18 οτι πας ¦ πας γαρ ᴄᴛ 11:19 οτε ¦ οταν ᴄᴛ § 11:19 εξεπορευετο ᴇᴄᴍ† ¦ εξεπορευοντο ɴᴀ ꜱʙʟ ᴡʜ * 11:20 πρωι παραπορευομενοι ¦ παραπορευομενοι πρωι ᴀɴᴛ ᴄᴛ 11:21 ραββι ¦ ραββει ᴛʜ ᴡʜ 11:22 ο ¦ — ᴛʀ § 11:23 γαρ ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ * 11:23 πιστευση οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη 93.2% ¦ πιστευη οτι ο λαλει γινεται (γεινεται ᴛʜ) εσται αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 0.3% ¦ πιστευσει οτι α λεγει γινεται εσται αυτω ο εαν ειπη ᴀɴᴛ 0% 11:24 αν προσευχομενοι αιτησθε ʙ20 ¦ αν προσευχομενοι αιτεισθε ʙ23 ᴀɴᴛ ᴛʀ ¦ προσευχεσθε και αιτεισθε ᴄᴛ 11:24 λαμβανετε 97.7% ¦ ελαβετε ᴄᴛ 0.7% § 11:25 στηκητε ᴇᴄᴍ† ¦ στηκετε ᴄᴛ * 11:26 ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων ο εν τοις ουρανοις αφησει τα παραπτωματα υμων ¦ ει δε υμεις ουκ αφιετε ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων ᴀɴᴛ ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ {Note: ɴᴀ encloses the main text with double brackets.} 11:28 λεγουσιν ¦ ελεγον ᴄᴛ 11:28 και ¦ η ᴀɴᴛ ᴄᴛ § 11:28 την εξουσιαν ταυτην εδωκεν ¦ εδωκε την εξουσιαν ταυτην ᴀɴᴛ ᴄᴛ * 11:28 ποιης ʙ15 ¦ ποιεις ʙ10 11:29 αποκριθεις ¦ — ᴄᴛ 11:29 και εγω ʙ12 ¦ καγω ʙ6 ᴀɴᴛ ᴛʀ ¦ — ᴄᴛ § 11:30 ιωαννου ¦ το ιωαννου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ το ιωανου ᴡʜ * 11:30 αποκριθητε μοι ¦ — ᴘᴄᴋ 11:31 ελογιζοντο ʙ18 ¦ διελογιζοντο ʙ7 ᴄᴛ 11:31 εαν ¦ τι ειπωμεν εαν ꜱʙʟ § 11:32 αλλ ¦ αλλ εαν ᴛʀ ¦ αλλα ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ * 11:32 λαον 95.1% ¦ οχλον ꜱʙʟ ᴛʜ ᴡʜ 4.6% 11:32 ιωαννην ¦ ιωανην ᴡʜ 11:32 οτι οντως 91.3% ¦ οτι ᴀɴᴛ 3.2% ¦ οντως οτι ᴄᴛ 1% § 11:33 λεγουσι τω ιησου ¦ τω ιησου λεγουσιν ᴄᴛ * 11:33 αποκριθεις ¦ — ᴄᴛ