12
The Parable of the Vineyard Owner
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς *λέγειν· Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ §τοῦ καρποῦ τοῦ ἀμπελῶνος. *οἱ δὲ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες §ἐκεφαλαίωσαν καὶ *ἀπέστειλαν ἠτιμωμένον. καὶ πάλιν ἄλλον ἀπέστειλε, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν §δέροντες, *τοὺς δὲ ἀποκτένοντες. ἔτι οὖν ἕνα §υἱὸν ἔχων ἀγαπητὸν *αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον λέγων §ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ *γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία. καὶ λαβόντες αὐτὸν ἀπέκτειναν καὶ §ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. τί *οὖν ποιήσει κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε·
 
Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
11 παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
 
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
The Question About Paying Taxes to Caesar
13 Καὶ ἀποστέλλουσι πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι λόγῳ. 14 §οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ *μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλἐπἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. ἔξεστι κῆνσον Καίσαρι δοῦναι οὔ; δῶμεν μὴ δῶμεν; 15  δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος εἰκὼν αὕτη καὶ ἐπιγραφή; οἱ δὲ §εἶπον *αὐτῷ, Καίσαρος. 17 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, §Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ *ἐθαύμασαν ἐπαὐτῷ.
The Sadducees Ask About the Resurrection
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, 19 Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ §τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα *αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν. καὶ πρῶτος ἔλαβε γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκε σπέρμα. 21 καὶ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανε καὶ οὐδὲ αὐτὸς ἀφῆκε σπέρμα· καὶ τρίτος ὡσαύτως. 22 καὶ §ἔλαβον αὐτὴν οἱ ἑπτὰ καὶ οὐκ ἀφῆκαν σπέρμα. *ἐσχάτη πάντων ἀπέθανε καὶ γυνή. 23 ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσι, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 §Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε *γαμίσκονται, ἀλλεἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. 26 περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ §τοῦ βάτου, *ὡς εἶπεν αὐτῷ Θεὸς λέγων, Ἐγὼ Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν § Θεὸς νεκρῶν ἀλλὰ *Θεὸς ζώντων· ὑμεῖς οὖν πολὺ πλανᾶσθε.
The Most Important Commandment
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, §εἰδὼς ὅτι καλῶς *αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶ πρώτη πάντων ἐντολή; 29  δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι Πρώτη §πάντων τῶν ἐντολῶν· Ἄκουε, Ἰσραήλ· Κύριος Θεὸς *ἡμῶν, Κύριος εἷς ἐστι· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή. 31 §καὶ δευτέρα ὁμοία αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς *σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. 32 καὶ εἶπεν αὐτῷ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπἀληθείας εἶπας ὅτι εἷς §ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης *τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ §θυσιῶν. 34 καὶ Ἰησοῦς ἰδὼν *αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Whose Son Is the Christ?
35 Καὶ ἀποκριθεὶς Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι Χριστὸς υἱός ἐστι Δαυίδ; 36 αὐτὸς γὰρ §Δαυὶδ εἶπεν ἐν *Πνεύματι Ἁγίῳ,
 
Λέγει Κύριος τῷ Κυρίῳ μου,
Κάθου ἐκ δεξιῶν μου
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου §ὑποπόδιον τῶν ποδῶν σου.
 
37 αὐτὸς *οὖν Δαυὶδ λέγει αὐτὸν Κύριον, καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Beware of the Scribes
38 Καὶ §ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ *πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.
The Widow's Offering
41 Καὶ καθίσας § Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι *ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλε λεπτὰ δύο, ἐστι κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων §βέβληκε τῶν *βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
* 12:1 λεγειν ¦ λαλειν ᴄᴛ 12:1 εφυτευσεν ανθρωπος ¦ ανθρωπος εφυτευσε ɴᴀ ꜱʙʟ ᴡʜ 12:1 εξεδοτο ¦ εξεδετο ᴄᴛ § 12:2 του καρπου ¦ των καρπων ᴄᴛ * 12:3 οι δε ¦ και ᴀɴᴛ ᴄᴛ 12:3 εδειραν ¦ εδηραν ᴘᴄᴋ 12:4 λιθοβολησαντες ¦ — ᴄᴛ § 12:4 εκεφαλαιωσαν ¦ εκεφαλιωσαν ᴄᴛ * 12:4 απεστειλαν ητιμωμενον ¦ ητιμασαν ᴄᴛ 12:5 παλιν ¦ — ᴄᴛ 12:5 τους ¦ ους ᴀɴᴛ ᴄᴛ § 12:5 δεροντες ¦ δαιροντες ᴘᴄᴋ * 12:5 τους ¦ ους ᴀɴᴛ ᴄᴛ 12:5 αποκτενοντες ʙ21 ¦ αποκτεννοντες ʙ22 ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αποκτεινοντες ᴛʀ ¦ αποκτεννυντες ᴡʜ 12:6 ουν ¦ — ᴄᴛ § 12:6 υιον εχων ¦ ειχεν υιον ᴄᴛ * 12:6 αυτου ¦ — ᴄᴛ 12:6 και ¦ — ᴄᴛ 12:6 προς αυτους εσχατον 88.9% ¦ εσχατον προς αυτους ᴀɴᴛ ᴄᴛ 8.4% § 12:6 οτι ʙ18 ¦ — ʙ7 * 12:7 γεωργοι ¦ γεωργοι θεασαμενοι αυτον ερχομενον ᴀɴᴛ 12:7 ειπον προς εαυτους ¦ προς εαυτους ειπον ᴀɴᴛ ¦ προς εαυτους ειπαν ᴄᴛ 12:8 αυτον απεκτειναν ¦ απεκτειναν αυτον ᴀɴᴛ ᴄᴛ § 12:8 εξεβαλον ¦ εξεβαλον αυτον ᴀɴᴛ ᴄᴛ * 12:9 ουν ¦ — ꜱʙʟ ᴡʜ 12:9 γεωργους ¦ γεωργους τουτους ᴀɴᴛ 12:12 απηλθον ¦ απηλθαν ᴡʜ § 12:14 οι δε 98.8% ¦ και ᴄᴛ 1.1% * 12:14 μελει ʙ16 ¦ μελλει ʙ9 12:14 εξεστι ¦ ειπον ουν ημιν εξεστι ᴀɴᴛ 12:14 κηνσον καισαρι δουναι 90.9% ¦ δουναι κηνσον καισαρι ᴀɴᴛ ᴄᴛ 4.8% § 12:16 ειπον ¦ ειπαν ᴄᴛ * 12:16 αυτω ¦ — ᴀɴᴛ 12:17 και αποκριθεις ο ¦ ο δε ᴄᴛ 12:17 αυτοις ¦ — ᴡʜ § 12:17 αποδοτε τα καισαρος ¦ τα καισαρος αποδοτε ᴄᴛ * 12:17 εθαυμασαν ¦ εξεθαυμαζον ᴄᴛ 12:18 επηρωτησαν ¦ επηρωτων ᴀɴᴛ ᴄᴛ 12:19 μωσης ʙ18 ¦ μωυσης ʙ7 ᴀɴᴛ ᴄᴛ § 12:19 τεκνα μη αφη ¦ μη αφη τεκνον ᴄᴛ * 12:19 αυτου ¦ — ᴄᴛ 12:20 επτα ¦ επτα ουν ᴀɴᴛ ꜱᴄʀ 12:21 και ουδε αυτος αφηκε 93.4% ¦ μη καταλιπων ᴄᴛ 0.5% ¦ και ουδε αυτος ουκ αφηκε ᴀɴᴛ 0.1% § 12:22 ελαβον αυτην οι επτα και ¦ οι επτα ᴄᴛ * 12:22 εσχατη ʙ17 ¦ εσχατον ʙ8 ᴄᴛ 12:22 απεθανε και η γυνη ¦ και η γυνη απεθανεν ᴄᴛ 12:23 αναστασει οταν αναστωσιν ʙ773 61% ¦ ουν αναστασει οταν αναστωσιν ʙ445 ᴀɴᴛ ᴛʀ 31.6% ¦ αναστασει ᴛʜ ᴡʜ 0.7% § 12:24 και αποκριθεις ο ιησους ειπεν αυτοις ¦ εφη αυτοις ο ιησους ᴄᴛ * 12:25 γαμισκονται ¦ γαμιζονται ᴀɴᴛ ᴄᴛ 12:25 οι ʙ21 ¦ — ʙ24 ɴᴀ ᴘᴄᴋ ꜱʙʟ ᴡʜ 12:26 μωσεως ʙ18 ¦ μωυσεως ʙ7 ᴀɴᴛ ᴄᴛ ¦ μωυσεος ᴘᴄᴋ § 12:26 του ʙ18 ¦ της ʙ7 ᴛʀ * 12:26 ως ¦ πως ᴀɴᴛ ᴄᴛ 12:26 ο ¦ — ᴡʜ 12:26 ο ¦ — ᴡʜ § 12:27 ο ¦ — ᴄᴛ * 12:27 θεος ʙ28 ¦ — ʙ17 ᴀɴᴛ ᴄᴛ 12:27 υμεις ουν πολυ 87.9% ¦ υμεις ουν πολλοι ᴍꜱꜱ 6.5% ¦ πολυ ᴄᴛ 0.5% 12:28 συζητουντων ¦ συνζητουντων ᴛʜ ᴡʜ § 12:28 ειδως ᴇᴄᴍ† ¦ ιδων ᴀɴᴛ ɴᴀ ꜱʙʟ * 12:28 αυτοις απεκριθη ¦ απεκριθη αυτοις ᴄᴛ 12:28 πρωτη παντων εντολη ¦ πρωτη πασων εντολη ᴘᴄᴋ ᴛʀ ¦ εντολη πρωτη παντων ᴄᴛ 12:29 ο δε ιησους απεκριθη αυτω ¦ απεκριθη ο ιησους ᴄᴛ § 12:29 παντων των εντολων ʙ24 ¦ παντων εντολη ʙ10 ᴀɴᴛ ¦ πασων των εντολων ᴘᴄᴋ ᴛʀ ¦ εστιν ᴄᴛ * 12:29 ημων ¦ υμων ᴘᴄᴋ 12:30 της ¦ — ᴡʜ 12:30 αυτη πρωτη εντολη 84% ¦ αυτη πρωτη παντων εντολη ᴍꜱꜱ 12% ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 1% § 12:31 καὶ δευτέρα ὁμοία αὕτη ʙ35 ¦ καὶ δευτέρα ὁμοία αὐτῇ ʙ9 ʜꜰ ¦ δευτέρα αὕτη ɴᴀ ꜱʙʟ ᴡʜ * 12:31 σεαυτον ʙ27 ¦ εαυτον ʙ18 ᴀɴᴛ 12:32 και ¦ — ᴡʜ 12:32 ειπας ʙ17 ¦ ειπες ʙ8 ᴄᴛ § 12:32 εστι ¦ εστι θεος ᴛʀ * 12:33 της ¦ — ᴡʜ 12:33 και εξ ολης της ψυχης ¦ — ᴄᴛ 12:33 πλειον ¦ περισσοτερον ᴄᴛ § 12:33 θυσιων ¦ των θυσιων ᴇᴄᴍ† ᴛʀ * 12:34 αυτον ¦ — ᴀɴᴛ 12:35 εστι δαυιδ ¦ εστι δαβιδ ʜꜰ ᴛʀ ¦ δαυιδ εστιν ᴀɴᴛ ɴᴀ ꜱʙʟ ¦ δαυειδ εστιν ᴛʜ ᴡʜ 12:36 γαρ ¦ — ᴄᴛ § 12:36 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ * 12:36 πνευματι ¦ τω πνευματι τω ᴄᴛ ᴛʀ 12:36 λεγει ¦ ειπε(ν) ᴄᴛ ᴛʀ 12:36 ο ¦ — ꜱʙʟ ᴡʜ § 12:36 υποποδιον ¦ υποκατω ɴᴀ ꜱʙʟ ᴡʜ * 12:37 ουν ¦ — ᴄᴛ 12:37 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ 12:37 υιος αυτου εστι ¦ αυτου εστιν υιος ᴄᴛ § 12:38 ελεγεν αυτοις εν τη διδαχη αυτου ¦ εν τη διδαχη αυτου ελεγε ᴄᴛ * 12:39 πρωτοκλισιας ʙ17 ¦ πρωτοκλησιας ʙ8 12:40 κατεσθιοντες ¦ κατεσθοντες ᴡʜ 12:40 ληψονται ¦ λημψονται ᴄᴛ § 12:41 ο ιησους ¦ — ᴄᴛ * 12:41 εβαλλον ʙ18 ¦ εβαλον ʙ7 ᴘᴄᴋ 12:43 λεγει ¦ ειπεν ᴀɴᴛ ᴄᴛ 12:43 αυτη η πτωχη ¦ η πτωχη αυτη ᴀɴᴛ § 12:43 βεβληκε 89.4% ¦ εβαλε ᴀɴᴛ ᴄᴛ 10.5% * 12:43 βαλλοντων KX(100) ¦ βαλοντων KX(65) ᴛʀ