14
The Plot to Kill Jesus
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον *δέ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Jesus Anointed at Bethany
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, §καὶ συντρίψασα *τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες, Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ §τοῦτο πραθῆναι ἐπάνω *τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε §αὐτοὺς *εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι §μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. ἀμὴν *δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Judas Agrees to Betray Jesus
10 Καὶ § Ἰούδας * Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι, καὶ ἐζήτει πῶς §εὐκαίρως αὐτὸν παραδῷ.
The Passover with the Disciples
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες *ἑτοιμάσομεν ἵνα φάγῃς τὸ Πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει, Ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον §ἕτοιμον· *ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ Πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐσθίων μετἐμοῦ. 19 §οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς *καθεἷς, Μήτι ἐγώ; καὶ ἄλλος, Μήτι ἐγώ; 20  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Εἷς §ἐκ τῶν δώδεκα, ἐμβαπτόμενος μετἐμοῦ εἰς τὸ *τρυβλίον. 21  μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος.
The Institution of the Lord's Supper
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν § Ἰησοῦς ἄρτον, *εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 23 καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστι τὸ αἷμά μου §τὸ τῆς καινῆς διαθήκης τὸ *περὶ πολλῶν ἐκχυνόμενον. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 26 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Jesus Predicts Peter's Denial
27 Καὶ λέγει αὐτοῖς Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε §ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ *διασκορπισθήσεται τὰ πρόβατα. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29  δὲ Πέτρος ἔφη αὐτῷ, Καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλοὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι §σὺ σήμερον *ἐν τῇ νυκτὶ ταύτῃ, πρὶν δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 31  δὲ §ἐκπερισσοῦ ἔλεγε μᾶλλον, Ἐάν *με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Jesus Prays in the Garden of Gethsemane
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἕως §προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ *Ἰάκωβον καὶ Ἰωάννην μεθἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 καὶ §λέγει αὐτοῖς, Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ *προελθὼν μικρὸν ἔπεσεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπαὐτοῦ ὥρα. 36 καὶ ἔλεγεν, Ἀββᾶ, πατήρ, πάντα δυνατά σοι. παρένεγκε τὸ ποτήριον §ἀπἐμοῦ τοῦτο· ἀλλοὐ τί ἐγὼ θέλω, *ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ §ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ *οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι, καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσι. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε §λοιπὸν καὶ ἀναπαύεσθε. ἀπέχει· ἦλθεν ὥρα. ἰδού, παραδίδοται υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε, ἄγωμεν· ἰδού, παραδιδούς με ἤγγικε.
Jesus Arrested
43 Καὶ *εὐθέως ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας, εἷς §ὢν τῶν δώδεκα, καὶ μεταὐτοῦ ὄχλος *πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ §ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν *εὐθέως προσελθὼν αὐτῷ λέγει αὐτῷ, Ῥαββί, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ §ἐπέβαλον *ἐπαὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθἡμέραν §ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν *πάντες ἔφυγον.
A Young Man Flees
51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. καὶ κρατοῦσιν αὐτὸν §οἱ νεανίσκοι, 52  δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν *ἀπαὐτῶν.
Jesus Faces the Sanhedrin
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ §εὕρισκον. 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν καταὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν καταὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ἀρχιερεὺς εἰς *μέσον ἐπηρώτησε τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61  δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ Χριστός, υἱὸς τοῦ Εὐλογητοῦ; 62  δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου §ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον *μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63  δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας. τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν §εἶναι ἔνοχον θανάτου. 65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν *τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προφήτευσον. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.
Peter Denies Jesus
66 Καὶ ὄντος τοῦ Πέτρου §ἐν τῇ αὐλῇ κάτω ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ *Ναζαρηνοῦ Ἰησοῦ ἦσθα. 68  δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα οὔτε ἐπίσταμαι §τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, *καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70  δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, §καὶ λαλιά σου ὁμοιάζει. 71  δὲ ἤρξατο ἀναθεματίζειν καὶ *ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη Πέτρος τὸ ῥῆμα εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα §φωνῆσαι δίς, *ἀπαρνήσῃ με τρίς. καὶ ἐπιβαλὼν ἔκλαιε.
* 14:2 δε ¦ γαρ ᴄᴛ 14:2 θορυβος εσται ¦ εσται θορυβος ᴄᴛ 14:3 τη KX(108) ¦ — KX(56) § 14:3 και ¦ — ᴄᴛ * 14:3 το KX(108) ¦ τον KX(57) ¦ την ᴄᴛ 14:3 κατα ¦ — ᴄᴛ 14:4 και λεγοντες ¦ λεγοντες ᴀɴᴛ ¦ — ᴄᴛ § 14:5 τουτο ¦ τουτο το μυρον ᴀɴᴛ ᴄᴛ * 14:5 τριακοσιων δηναριων ᴇᴄᴍ† ¦ δηναριων τριακοσιων ᴄᴛ 14:6 ειργασατο ¦ ηργασατο ᴄᴛ 14:6 εν εμοι ¦ εις εμε ᴛʀ § 14:7 αυτους ¦ αυτοις ᴄᴛ * 14:7 ευ ¦ παντοτε ευ ᴡʜ 14:8 εσχεν ¦ ειχεν ᴛʀ 14:8 αυτη ¦ — ᴄᴛ § 14:8 μου το σωμα ¦ το σωμα μου ᴄᴛ * 14:9 δε KX(98) ¦ — KX(64) ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 14:9 εαν ¦ αν ᴛʀ 14:9 τουτο ᴇᴄᴍ† ¦ — ᴄᴛ § 14:10 ο ʙ25 ¦ — ʙ20 ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ * 14:10 ο ισκαριωτης ¦ ισκαριωθ ο ᴄᴛ 14:10 παραδω αυτον ¦ αυτον παραδοι ᴄᴛ 14:11 αργυριον ʙ32 ¦ αργυρια ʙ12 ᴀɴᴛ ᴘᴄᴋ § 14:11 ευκαιρως αυτον παραδω ¦ αυτον ευκαιρως παραδοι ᴄᴛ * 14:12 ετοιμασομεν KX(93) ¦ ετοιμασωμεν KX(73) ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ 14:14 καταλυμα ¦ καταλυμα μου ᴀɴᴛ ᴄᴛ 14:15 ανωγαιον ʙ18 ¦ ανωγεον ʙ10 ʜꜰ ʀᴘ ᴛʀ ¦ ανωγεων ʙ6 ᴘᴄᴋ ¦ αναγαιον ᴄᴛ § 14:15 ετοιμον ʙ16 ¦ — ʙ9 * 14:15 εκει ᴇᴄᴍ† ¦ και εκει ᴄᴛ 14:16 αυτου ¦ — ᴄᴛ 14:18 ειπεν ο ιησους ¦ ο ιησους ειπεν ᴄᴛ § 14:19 οι δε ¦ — ᴄᴛ * 14:19 καθ ¦ κατα ᴄᴛ 14:19 και αλλος μητι εγω 87.5% ¦ — ᴄᴛ 8.2% 14:20 αποκριθεις ¦ — ᴄᴛ § 14:20 εκ ¦ — ᴄᴛ * 14:20 τρυβλιον 96% ¦ εν τρυβλιον ᴡʜ 0.2% 14:21 ο ¦ οτι ο ᴄᴛ 14:21 ην ᴇᴄᴍ† ¦ — ᴄᴛ § 14:22 ο ιησους ᴇᴄᴍ† ¦ — ᴄᴛ * 14:22 ευλογησας ¦ και ευλογησας ᴘᴄᴋ 14:22 φαγετε ¦ — ᴄᴛ 14:23 το ¦ — ᴄᴛ § 14:24 το της καινης 85.2% ¦ της καινης ᴍꜱꜱ 13.7% ¦ της ᴄᴛ 0.5% * 14:24 περι πολλων εκχυνομενον ¦ εκχυννομενον υπερ πολλων ᴄᴛ 14:25 αμην KX(98) ¦ αμην δε KX(66) 14:25 γενηματος ¦ γεννηματος ᴛʀ § 14:27 εν εμοι εν τη νυκτι ταυτη KX(101) ¦ — KX(65) ᴄᴛ * 14:27 διασκορπισθησεται τα προβατα ¦ διασκορπισθησονται τα προβατα ᴀɴᴛ ¦ τα προβατα διασκορπισθησονται ᴄᴛ 14:28 αλλα μετα ¦ μετα δε ᴘᴄᴋ 14:29 και ει ¦ ει και ᴄᴛ § 14:30 συ ¦ — ᴛʀ * 14:30 εν τη νυκτι ταυτη ¦ ταυτη τη νυκτι ᴄᴛ 14:30 απαρνηση με ¦ με απαρνηση ᴄᴛ 14:31 δε ¦ δε πετρος ᴀɴᴛ § 14:31 εκ περισσου ελεγε μαλλον ¦ εκπερισσως ελαλει ᴄᴛ * 14:31 με δεη ¦ δεη με ꜱʙʟ ᴛʜ ᴡʜ 14:31 απαρνησωμαι ʙ22 ¦ απαρνησομαι ʙ23 ᴀɴᴛ ᴄᴛ ᴛʀ 14:32 γεθσημανη ʙ17 ¦ γεθσημανι ʙ7 ɴᴀ ꜱʙʟ ¦ γεθσημανει ᴛʜ ᴡʜ § 14:32 προσευξωμαι ʙ20 ¦ προσευξομαι ʙ25 ᴘᴄᴋ * 14:33 ιακωβον ¦ τον ιακωβον ɴᴀ ᴛʜ ᴛʀ ᴡʜ 14:33 ιωαννην ¦ τον ιωαννην ɴᴀ ᴛʜ ¦ τον ιωανην ᴡʜ 14:33 μεθ᾽ ἑαυτοῦ ¦ μετ᾽ αὐτοῦ ᴄᴛ § 14:34 λεγει ʙ26 ¦ λεγειν ʙ19 ᴀɴᴛ * 14:35 προσελθων ʙ27 ¦ προελθων ʙ17 ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 14:35 επεσεν ¦ επεσεν επι προσωπον ᴀɴᴛ ¦ επιπτεν ᴄᴛ 14:36 παρενεγκε ¦ παρενεγκαι ᴘᴄᴋ § 14:36 απ εμου τουτο ¦ τουτο απ εμου ᴄᴛ * 14:36 αλλα ¦ αλλ ει ᴀɴᴛ 14:37 ισχυσας ¦ ισχυσατε ᴀɴᴛ 14:38 εισελθητε ᴇᴄᴍ† ¦ ελθητε ᴄᴛ § 14:40 υποστρεψας ευρεν αυτους παλιν 94.5% ¦ παλιν ελθων ευρεν αυτους ᴄᴛ 0.5% * 14:40 οι οφθαλμοι αυτων ¦ αυτων οι οφθαλμοι ᴄᴛ 14:40 βεβαρημενοι ¦ καταβαρυνομενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 14:40 αυτω αποκριθωσι ¦ αποκριθωσιν αυτω ᴀɴᴛ ᴄᴛ § 14:41 λοιπον ʙ23 ¦ το λοιπον ʙ22 ᴄᴛ ᴛʀ * 14:43 ευθεως ¦ ευθυς ᴄᴛ 14:43 παραγινεται ¦ παραγεινεται ᴛʜ 14:43 ιουδας ʙ18 ¦ ιουδας ο ισκαριωτης ʙ7 ᴀɴᴛ ¦ ο ιουδας ᴡʜ § 14:43 ων ¦ — ᴀɴᴛ ᴄᴛ * 14:43 πολυς ¦ — ᴄᴛ 14:43 παρα ¦ απεσταλμενοι παρα ᴀɴᴛ 14:43 των ʙ18 ¦ — ʙ7 ᴀɴᴛ § 14:44 απαγαγετε ¦ απαγετε ꜱʙʟ ᴛʜ ᴡʜ * 14:45 ευθεως ¦ ευθυς ᴄᴛ 14:45 αυτω ʙ16 ¦ — ʙ9 ᴀɴᴛ ᴄᴛ ᴛʀ 14:45 ραββι ραββι ¦ χαιρε ραββι ᴀɴᴛ ¦ ραββι ɴᴀ ꜱʙʟ ¦ ραββει ᴛʜ ᴡʜ § 14:46 επεβαλον ¦ επεβαλαν ꜱʙʟ ᴡʜ * 14:46 επ αυτον τας χειρας αυτων ¦ τας χειρας αυτω ᴄᴛ ¦ τας χειρας αυτων ᴇᴄᴍ† 14:47 ωτιον ¦ ωταριον ᴄᴛ 14:48 εξηλθετε ¦ εξηλθατε ᴄᴛ § 14:49 ημην προς υμας ¦ προς υμας ημην ᴀɴᴛ * 14:50 παντες εφυγον ¦ εφυγον παντες ᴀɴᴛ ᴄᴛ 14:51 εις τις νεανισκος ᴇᴄᴍ† 98.7% ¦ νεανισκος τις ᴄᴛ 0.5% 14:51 ηκολουθησεν ¦ ηκολουθει ᴛʀ ¦ συνηκολουθει ᴄᴛ § 14:51 οι νεανισκοι ¦ — ᴄᴛ * 14:52 απ αυτων 96.7% ¦ — ᴄᴛ 0.3% 14:53 αυτω ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ 14:54 συγκαθημενος ¦ συνκαθημενος ᴛʜ ᴡʜ § 14:55 ευρισκον ¦ ηυρισκον ᴄᴛ * 14:60 μεσον ¦ το μεσον ᴀɴᴛ ᴛʀ 14:60 επηρωτησε ¦ επηρωτα ᴀɴᴛ 14:61 ουδεν απεκρινατο ¦ ουκ απεκρινατο ουδεν ᴄᴛ § 14:62 εκ δεξιων καθημενον ¦ καθημενον εκ δεξιων ᴛʀ * 14:62 μετα ¦ επι ᴀɴᴛ 14:63 διαρρηξας ¦ διαρηξας ᴡʜ 14:64 ηκουσατε ¦ ηκουσατε παντως ᴀɴᴛ § 14:64 ειναι ενοχον ¦ ενοχον ειναι ᴄᴛ * 14:65 το προσωπον αυτου ¦ αυτου το προσωπον ᴄᴛ 14:65 προφητευσον ¦ προφητευσον ημιν τις εστιν ο παισας σε ᴀɴᴛ 14:65 εβαλλον ʙ647 55.1% ¦ εβαλον ʙ543 ᴀɴᴛ 37% ¦ ελαβον ᴄᴛ 5.7% § 14:66 εν τη αυλη κατω ¦ κατω εν τη αυλη ᴀɴᴛ ᴄᴛ * 14:67 ναζαρηνου ιησου ησθα ¦ ιησου του ναζαρηνου ησθα ᴀɴᴛ ¦ ναζαρηνου ησθα του ιησου ᴄᴛ 14:68 ουκ ¦ ουτε ᴄᴛ 14:68 ουτε ʙ28 ¦ ουδε ʙ16 ᴀɴᴛ ʀᴘ ᴛʀ § 14:68 τι συ ¦ συ τι ᴄᴛ * 14:68 και αλεκτωρ εφωνησε 97.2% ¦ — ᴇᴄᴍ† ᴡʜ 0.5% 14:69 παλιν ηρξατο ¦ ηρξατο παλιν ᴄᴛ 14:69 παρεστηκοσιν ¦ παρεστωσιν ᴄᴛ § 14:70 και η λαλια σου ομοιαζει ¦ — ɴᴀ ᴛʜ ᴡʜ * 14:71 ομνυναι ¦ ομνυειν ᴛʀ 14:72 και ᴇᴄᴍ† 96.6% ¦ και ευθυς ᴄᴛ 0.8% 14:72 το ρημα ο ¦ του ρηματος ου ᴛʀ ¦ το ρημα ως ᴄᴛ § 14:72 φωνησαι δις ¦ δις φωνησαι ᴡʜ * 14:72 απαρνηση με τρις ¦ τρις με απαρνηση ᴄᴛ