15
Jesus Handed Over to Pontius Pilate
Καὶ *εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ §Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν *Πιλᾶτος, Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. δὲ §Πιλᾶτος πάλιν *ἐπηρώτησεν αὐτὸν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.
The Crowd Calls For Jesus' Crucifixion
Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, §ὅνπερ ᾐτοῦντο. ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν *συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ἀναβοήσας ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. δὲ §Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 *ἐγίνωσκε γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12  δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν §εἶπεν αὐτοῖς, Τί οὖν *θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν, Σταύρωσον αὐτόν. 14  δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, Τί γὰρ §κακὸν ἐποίησεν; οἱ δὲ *περισσοτέρως ἔκραξαν, Σταύρωσον αὐτόν. 15  δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
The Soldiers Mock Jesus
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ἐστι πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ §ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον. 18 καὶ ἤρξαντο ἀσπάζεσθαι *αὐτόν, Χαῖρε, βασιλεὺς τῶν Ἰουδαίων. 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια §τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν.
The Crucifixion
21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ *Γολγοθᾶ τόπον, ἐστι μεθερμηνευόμενον Κρανίου Τόπος. 23 καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον, § δὲ οὐκ ἔλαβε. 24 καὶ *σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπαὐτά, τίς τί ἄρῃ. 25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. 26 καὶ ἦν ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, βασιλεὺς τῶν Ἰουδαίων. 27 καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 §καὶ ἐπληρώθη γραφὴ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. 29 καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν *κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, Οὐά, καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ. 31 ὁμοίως §καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32  Χριστὸς βασιλεὺς *τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
The Death of Jesus
33 §Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφὅλην τὴν γῆν ἕως ὥρας *ἐνάτης. 34 καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, Ἐλωΐ, Ἐλωΐ, §λιμὰ *σαβαχθανί; ἐστι μεθερμηνευόμενον, Θεός μου, Θεός μου, εἰς τί με ἐγκατέλιπες; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, §Ἰδού, *Ἠλίαν φωνεῖ. 36 δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθείς §τε καλάμῳ ἐπότιζεν αὐτὸν λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται *Ἠλίας καθελεῖν αὐτόν. 37  δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν εἶπεν, Ἀληθῶς § ἄνθρωπος οὗτος υἱὸς *ἦν Θεοῦ.
40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία Μαγδαληνὴ καὶ Μαρία §τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ *Ἰωσῆ μήτηρ καὶ Σαλώμη, 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
The Burial of Jesus
42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ἐστι §προσάββατον, 43 *ἦλθεν Ἰωσὴφ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44  δὲ §Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ *πάλαι ἀπέθανε. 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ §κατέθηκεν αὐτὸν ἐν *μνημείῳ, ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47  δὲ Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ §τίθεται.
* 15:1 ευθεως ¦ ευθυς ᴄᴛ 15:1 επι το ᴇᴄᴍ† 80% ¦ επι τω ᴍꜱꜱ 17.3% ¦ — ᴄᴛ 1.1% 15:1 τω ¦ — ᴄᴛ § 15:1 πιλατω ¦ πειλατω ᴛʜ ᴡʜ * 15:2 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 15:2 ειπεν αυτω ¦ αυτω λεγει ᴄᴛ 15:3 πολλα ¦ πολλα αυτος δε ουδεν απεκρινατο ᴀɴᴛ ꜱᴄʀ § 15:4 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ * 15:4 επηρωτησεν ¦ επηρωτα ᴀɴᴛ ᴄᴛ 15:4 καταμαρτυρουσιν ¦ κατηγορουσιν ᴄᴛ 15:5 πιλατον ¦ πειλατον ᴛʜ ᴡʜ § 15:6 ονπερ ητουντο ᴇᴄᴍ† ¦ ον παρητουντο ᴄᴛ * 15:7 συστασιαστων ¦ στασιαστων ᴄᴛ 15:8 αναβοησας ᴇᴄᴍ† ¦ αναβας ᴄᴛ 15:8 αει ¦ — ɴᴀ ꜱʙʟ ᴡʜ § 15:9 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ * 15:10 εγινωσκε ¦ εγεινωσκε ᴛʜ 15:12 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 15:12 αποκριθεις παλιν ¦ παλιν αποκριθεις ᴄᴛ § 15:12 ειπεν ¦ ελεγεν ᴄᴛ * 15:12 θελετε ¦ — ɴᴀ ᴛʜ ᴡʜ 15:12 βασιλεα ¦ τον βασιλεα ᴀɴᴛ ᴄᴛ 15:14 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ § 15:14 κακον εποιησεν ¦ εποιησε κακον ᴀɴᴛ ᴄᴛ * 15:14 περισσοτερως ʙ15 ¦ περισσως ʙ7 ᴄᴛ 15:15 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ 15:16 συγκαλουσιν ¦ συνκαλουσιν ᴛʜ ᴡʜ § 15:17 ενδυουσιν ¦ ενδιδυσκουσιν ᴄᴛ * 15:18 αυτον ¦ αυτον και λεγειν ᴘᴄᴋ 15:18 ο βασιλευς ¦ βασιλευ ᴄᴛ ᴛʀ 15:19 αυτου την κεφαλην ʙ15 ¦ την κεφαλην αυτου ʙ9 § 15:20 τα ιδια ᴇᴄᴍ† 96.2% ¦ αυτου ɴᴀ ᴡʜ 0.8% * 15:22 γολγοθα ʙ14 ¦ γολγοθαν ʙ8 ¦ τον γολγοθαν ᴄᴛ 15:22 μεθερμηνευομενον ¦ μεθερμηνευομενος ᴡʜ 15:23 πιειν ¦ — ᴄᴛ § 15:23 ο ᴇᴄᴍ† ¦ ος ᴄᴛ * 15:24 σταυρωσαντες αυτον ᴇᴄᴍ† ¦ σταυρουσιν αυτον και ᴄᴛ 15:24 διαμεριζονται ¦ διεμεριζον ᴛʀ 15:24 βαλλοντες ʙ16 ¦ βαλοντες ʙ8 § 15:28 και επληρωθη η γραφη η λεγουσα και μετα ανομων ελογισθη 84.9% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 11% {Note: ɴᴀ encloses this text with double brackets.} * 15:29 κινουντες ¦ κεινουντες ᴛʜ 15:29 εν τρισιν ημεραις οικοδομων ᴇᴄᴍ† ¦ οικοδομων εν τρισιν ημεραις ᴄᴛ 15:30 και καταβα ¦ καταβας ᴄᴛ § 15:31 και ¦ δε και ᴀɴᴛ ᴛʀ * 15:32 του ¦ — ᴄᴛ 15:32 πιστευσωμεν ʙ30 ¦ πιστευσωμεν αυτω ʙ14 ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ 15:32 αυτω 95.4% ¦ συν αυτω ɴᴀ ꜱʙʟ ᴡʜ 1.2% § 15:33 γενομενης δε ¦ και γενομενης ᴄᴛ * 15:33 ενατης ʙ15 ¦ εννατης ʙ9 ᴛʀ 15:34 ωρα τη ενατη ʙ15 ¦ ωρα τη εννατη ʙ8 ᴛʀ ¦ ενατη ωρα ᴄᴛ 15:34 λεγων ¦ — ᴄᴛ § 15:34 λιμα ¦ λαμμα ᴛʀ ¦ λεμα ɴᴀ ꜱʙʟ ¦ λαμα ᴛʜ ᴡʜ * 15:34 σαβαχθανι ¦ σαβαχθανει ᴛʜ ᴡʜ 15:34 μου ʙ29 ¦ — ʙ15 ᴘᴄᴋ 15:34 με εγκατελιπες ᴇᴄᴍ† ¦ εγκατελιπες με ᴄᴛ § 15:35 ιδου ʙ17 ¦ ιδου οτι ʙ7 ¦ ιδε ᴀɴᴛ ᴄᴛ * 15:35 ηλιαν ¦ ηλειαν ᴡʜ 15:36 εις ¦ τις ᴄᴛ 15:36 και ¦ — ᴛʜ ᴡʜ § 15:36 τε ¦ — ᴄᴛ * 15:36 ηλιας ¦ ηλειας ᴡʜ 15:38 απο ¦ απ ᴄᴛ 15:39 κραξας ᴇᴄᴍ† 96.5% ¦ — ᴄᴛ 0.4% § 15:39 ο ανθρωπος ουτος ¦ ουτος ο ανθρωπος ᴄᴛ * 15:39 ην θεου ¦ θεου ην ɴᴀ ꜱʙʟ ᴡʜ 15:40 ην και ʙ17 ¦ ην ʙ7 ᴘᴄᴋ ¦ και ᴄᴛ 15:40 μαρια ¦ μαριαμ ᴡʜ § 15:40 του ¦ — ᴄᴛ * 15:40 ιωση ¦ ιωσητος ᴄᴛ 15:41 αι και 88.8% ¦ και ᴍꜱꜱ 7.4% ¦ αι ᴄᴛ 3.6% 15:42 ην παρασκευη ¦ παρασκευη ην ᴘᴄᴋ § 15:42 προσαββατον ʙ14 ¦ προς σαββατον ʙ5 ¦ προς σαβατον ʙ5 * 15:43 ηλθεν ʙ15 ¦ ελθων ʙ9 ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 15:43 ο ¦ — ᴡʜ 15:43 πιλατον ᴇᴄᴍ† ¦ τον πιλατον ɴᴀ ꜱʙʟ ¦ τον πειλατον ᴛʜ ᴡʜ § 15:44 πιλατος ¦ πειλατος ᴛʜ ᴡʜ * 15:44 παλαι 97.8% ¦ ηδη ᴛʜ ᴡʜ 1.5% 15:45 σωμα ¦ πτωμα ᴄᴛ 15:46 και ¦ — ᴄᴛ § 15:46 κατεθηκεν ᴇᴄᴍ† 93.8% ¦ εθηκεν ᴄᴛ 4.6% * 15:46 μνημειω ¦ μνηματι ᴇᴄᴍ† ᴡʜ 15:47 μαγδαληνη ʙ17 ¦ μαγδαλινη ʙ7 15:47 ιωση ¦ η ιωσητος ᴄᴛ § 15:47 τιθεται ¦ τεθειται ᴄᴛ