5
Jesus Heals a Demon-Possessed Man
Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν *Γαδαρηνῶν. καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου εὐθέως §ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν *κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς §ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπαὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς *αὐτὸν ἴσχυε δαμάσαι. καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν §αὐτῷ, καὶ κράξας φωνῇ μεγάλῃ *εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν, Τί σοι ὄνομα; καὶ ἀπεκρίθη λέγων, §Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ *αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας.
11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13 καὶ ἐπέτρεψεν αὐτοῖς §εὐθέως Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν*ἦσαν δὲ ὡς δισχίλιοικαὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
14 Οἱ δὲ βόσκοντες §τοὺς χοίρους ἔφυγον καὶ *ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. 15 καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν §Λεγεῶνα, καὶ ἐφοβήθησαν. 16 *διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. 17 καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν δαιμονισθεὶς ἵνα μεταὐτοῦ. 19 § δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ *ἀνάγγειλον αὐτοῖς ὅσα σοι Κύριος πεποίηκε καὶ ἠλέησέ σε. 20 καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
A Girl Restored to Life and a Woman Healed
21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπαὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 καὶ §ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι *Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ παρεκάλει αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, §ὅπως σωθῇ καὶ *ζήσεται. 24 καὶ ἀπῆλθε μεταὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν.
25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ§αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα *περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγε γὰρ ὅτι Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 29 καὶ §εὐθέως ἐξηράνθη πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ *εὐθέως Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33  δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα γέγονεν ἐπαὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34  δὲ εἶπεν αὐτῇ, Θύγατερ, πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36  δὲ Ἰησοῦς §εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φοβοῦ· μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν *οὐδένα αὐτῷ συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ §ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον, *κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μεταὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον §ἀνακείμενον. 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, *Ταλιθά, κοῦμι, ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι. 42 καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτειἦν γὰρ ἐτῶν δώδεκακαὶ §ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς *γνῷ τοῦτο, καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
* 5:1 γαδαρηνων 95% ¦ γεργεσηνων ᴀɴᴛ 4% ¦ γερασηνων ᴄᴛ 0.3% 5:2 εξελθοντι αυτω ¦ εξελθοντος αυτου ᴀɴᴛ ᴄᴛ 5:2 ευθεως ¦ ευθυς ᴄᴛ § 5:2 απηντησεν ᴇᴄᴍ† ¦ υπηντησεν ᴄᴛ * 5:3 κατοικησιν ¦ οικησιν ᴘᴄᴋ 5:3 μνημασι ¦ μνημειοις ᴛʀ 5:3 ουτε αλυσεσιν ¦ ουδε αλυσει ουκετι ᴄᴛ § 5:3 εδυνατο ¦ ηδυνατο ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ * 5:4 αυτον ισχυε ¦ αυτον ισχυσε ᴘᴄᴋ ¦ ισχυεν αυτον ᴀɴᴛ ᴄᴛ 5:5 ορεσι και εν τοις μνημασιν ¦ μνημασι και εν τοις ορεσιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ 5:6 ιδων δε ¦ και ιδων ᴄᴛ § 5:6 αυτω ᴇᴄᴍ† ¦ αυτον ᴀɴᴛ ꜱʙʟ ᴡʜ * 5:7 ειπε ¦ λεγει ᴀɴᴛ ᴄᴛ 5:9 σοι ονομα ¦ ονομα σοι ᴀɴᴛ ᴄᴛ 5:9 απεκριθη λεγων ¦ λεγει αυτω ᴄᴛ § 5:9 λεγεων ¦ λεγιων ᴄᴛ * 5:10 αυτους αποστειλη ¦ αποστειλη αυτους ᴀɴᴛ ¦ αυτα αποστειλη ɴᴀ ꜱʙʟ ᴡʜ 5:11 προς τω ορει αγελη χοιρων μεγαλη βοσκομενη ¦ προς τα ορη αγελη χοιρων μεγαλη βοσκομενη ᴛʀ ¦ αγελη χοιρων μεγαλη βοσκομενη προς τω ορει ᴀɴᴛ 5:12 παντες οι δαιμονες ¦ — ᴄᴛ § 5:13 ευθεως ο ιησους ¦ — ᴄᴛ * 5:13 ησαν δε ¦ — ᴄᴛ 5:13 δισχιλιοι ¦ δισχειλιοι ᴛʜ 5:14 οι δε ¦ και οι ᴀɴᴛ ᴄᴛ § 5:14 τους χοιρους ¦ αυτους ᴄᴛ * 5:14 ανηγγειλαν ¦ απηγγειλαν ᴀɴᴛ ᴄᴛ 5:14 εξηλθον ᴇᴄᴍ† ¦ ηλθον ᴄᴛ 5:15 και ¦ — ᴄᴛ § 5:15 λεγεωνα ¦ λεγιωνα ᴄᴛ * 5:16 διηγησαντο δε ¦ και διηγησαντο ᴀɴᴛ ᴄᴛ ᴛʀ 5:18 εμβαντος ¦ εμβαινοντος ᴀɴᴛ ᴄᴛ 5:18 η μετ αυτου ¦ μετ αυτου η ᴀɴᴛ ᴄᴛ § 5:19 ο δε ιησους ¦ και ᴀɴᴛ ᴄᴛ * 5:19 αναγγειλον ᴇᴄᴍ† ¦ απαγγειλον ᴄᴛ 5:19 σοι ο κυριος ᴇᴄᴍ† ¦ ο κυριος σοι ᴄᴛ 5:19 πεποιηκε ¦ εποιησε ᴛʀ § 5:22 ιδου ¦ — ᴀɴᴛ ᴄᴛ * 5:22 ιαειρος ¦ ιαιρος ɴᴀ ꜱʙʟ 5:23 παρεκαλει ᴇᴄᴍ† ¦ παρακαλει ɴᴀ ꜱʙʟ ᴡʜ 5:23 αυτη τας χειρας ¦ τας χειρας αυτη ᴄᴛ § 5:23 οπως ᴇᴄᴍ† ¦ ινα ᴄᴛ * 5:23 ζησεται ᴇᴄᴍ† ¦ ζηση ᴄᴛ 5:25 τις ¦ — ᴄᴛ 5:25 ετη δωδεκα ¦ δωδεκα ετη ᴄᴛ § 5:26 αυτης ¦ εαυτης ᴀɴᴛ ᴛʀ * 5:27 περι 97.9% ¦ τα περι ᴇᴄᴍ† ᴡʜ 0.6% 5:28 γαρ ʙ32 KX(117) ¦ γαρ εν εαυτη ʙ13 KX(48) ᴀɴᴛ 5:28 καν των ιματιων αυτου αψωμαι ¦ εαν αψωμαι καν των ιματιων αυτου ᴀɴᴛ ᴄᴛ § 5:29 ευθεως ¦ ευθυς ᴄᴛ * 5:30 ευθεως ¦ ευθυς ᴄᴛ 5:33 επ ¦ — ᴄᴛ 5:34 θυγατερ ¦ θυγατηρ ɴᴀ ꜱʙʟ ᴡʜ § 5:36 ευθεως ακουσας ¦ παρακουσας ᴄᴛ * 5:37 οὐδένα αὐτῷ ¦ αὑτῷ οὐδένα ᴀɴᴛ ¦ οὐδένα μετ᾽ αὐτοῦ ᴄᴛ 5:37 πετρον ᴇᴄᴍ† ¦ τον πετρον ᴄᴛ 5:37 ιωαννην ¦ ιωανην ᴡʜ § 5:38 ερχεται ¦ ερχονται ᴄᴛ * 5:38 κλαιοντας ʙ17 ¦ και κλαιοντας ʙ7 ᴀɴᴛ ᴄᴛ ꜱᴄʀ 5:40 ο ¦ αυτος ᴄᴛ 5:40 παντας ¦ απαντας ᴛʀ § 5:40 ανακειμενον ¦ — ᴄᴛ * 5:41 ταλιθα κουμι 79.8% ¦ ταλιθα (ταλειθα ᴡʜ) κουμ ɴᴀ ꜱʙʟ ᴛʜ 16.2% 5:41 εγειραι ʙ26 ¦ εγειρε ʙ19 ᴀɴᴛ ᴄᴛ 5:42 ευθεως ¦ ευθυς ᴄᴛ § 5:42 εξεστησαν 95.6% ¦ εξεστησαν ευθυς ɴᴀ ꜱʙʟ ᴡʜ 0.5% * 5:43 γνω ¦ γνοι ᴄᴛ