6
Jesus Rejected at Nazareth
Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ *ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν, καὶ §πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα; καί, Τίς σοφία δοθεῖσα *αὐτῷ; καί, Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ §γίνονται. οὐχ οὗτός ἐστιν τέκτων, υἱὸς *Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. §ἔλεγε δὲ αὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς *συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε. καὶ §ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν.
Jesus Sends Out the Twelve Apostles
Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. καὶ *παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνονμὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν ἀλλὑποδεδεμένους σανδάλια, καὶ μὴ §ἐνδύσησθε δύο χιτῶνας. 10 καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 καὶ *ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις Γομόρροις ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ. 12 καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα §μετανοήσωσι, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
The Death of John the Baptist
14 Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ *ἔλεγεν ὅτι Ἰωάννης βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 §ἄλλοι ἔλεγον ὅτι *Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας δὲ Ἡρῴδης §εἶπεν *ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.
17 Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν §Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν *φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18 ἔλεγε γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19  δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20  γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν· καὶ §ἀκούσας αὐτοῦ πολλὰ *ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουε.
21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ εἰσελθούσης τῆς θυγατρὸς §αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης *καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ἐὰν θέλῃς, καὶ δώσω σοί. 23 καὶ ὤμοσεν αὐτῇ ὅτι ἐάν με αἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου. 24 § δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς, Τί *αἰτήσομαι; δὲ εἶπε, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 καὶ εἰσελθοῦσα §εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα *μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν §αὐτὴν ἀθετῆσαι. 27 καὶ *εὐθέως ἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 § δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ *ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
The Feeding of the Five Thousand
30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 καὶ εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατἰδίαν εἰς ἔρημον τόπον καὶ §ἀναπαύεσθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν *εὐκαίρουν. 32 καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατἰδίαν. 33 καὶ §εἶδον αὐτοὺς *ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτὸν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς §καὶ συνῆλθον πρὸς αὐτόν. 34 καὶ ἐξελθὼν *εἶδεν Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπαὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι Ἔρημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς §ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. 37  δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν *δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν; 38  δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; ὑπάγετε §καὶ ἴδετε. καὶ γνόντες λέγουσι, Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς *ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς §αὐτοῦ ἵνα *παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους §πεντακισχίλιοι ἄνδρες.
Jesus Walks on Water
45 Καὶ *εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. 46 καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 καὶ §εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, *καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης καὶ ἤθελε παρελθεῖν αὐτούς. 49 οἱ δὲ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἔδοξαν φάντασμα εἶναι καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν §εἶδον καὶ ἐταράχθησαν. *καὶ εὐθέως ἐλάλησε μεταὐτῶν καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 51 καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος· καὶ λίαν §ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο *καὶ ἐθαύμαζον. 52 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἦν γὰρ αὐτῶν καρδία πεπωρωμένη.
Jesus Heals the Sick in Gennesaret
53 Καὶ διαπεράσαντες §ἦλθον ἐπὶ τὴν γῆν *Γεννησαρὲτ καὶ προσωρμίσθησαν. 54 καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθέως ἐπιγνόντες αὐτόν, 55 περιδραμόντες ὅλην τὴν §περίχωρον ἐκείνην *ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστι. 56 καὶ ὅπου ἂν εἰσεπορεύετο, εἰς κώμας §πόλεις ἀγρούς, ἐν ταῖς ἀγοραῖς *ἐτίθουν τοὺς ἀσθενοῦντας καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσῴζοντο.
* 6:1 ηλθεν ¦ ερχεται ᴄᴛ 6:1 αυτου ¦ εαυτου ᴀɴᴛ 6:2 εν τη συναγωγη διδασκειν ᴇᴄᴍ† ¦ διδασκειν εν τη συναγωγη ɴᴀ ꜱʙʟ ᴡʜ § 6:2 πολλοι 98.8% ¦ οι πολλοι ᴇᴄᴍ† ꜱʙʟ ᴡʜ 0.9% * 6:2 αυτω ¦ τουτω ᴄᴛ 6:2 και ¦ οτι και ᴛʀ 6:2 δυναμεις ¦ αι δυναμεις ᴄᴛ § 6:2 γινονται ¦ γινομεναι ɴᴀ ꜱʙʟ ᴡʜ ¦ γεινονται ᴛʜ * 6:3 μαριας ¦ της μαριας ᴀɴᴛ ᴄᴛ 6:3 αδελφος δε ¦ και αδελφος ᴄᴛ 6:3 ιωση 97.4% ¦ ιωσητος ᴄᴛ 1.2% § 6:4 ελεγε δε ¦ και ελεγεν ᴄᴛ * 6:4 συγγενεσι ¦ συγγενευσιν αυτου ᴄᴛ 6:5 ηδυνατο ¦ εδυνατο ᴄᴛ 6:5 ουδεμιαν δυναμιν ποιησαι ¦ ποιησαι ουδεμιαν δυναμιν ɴᴀ ꜱʙʟ ᴡʜ § 6:6 εθαυμαζε ¦ εθαυμασε ᴡʜ * 6:8 παρηγγειλεν ʙ23 ¦ παρηγγελλεν ʙ21 6:8 πηραν μη αρτον ¦ αρτον μη πηραν ᴄᴛ 6:9 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ § 6:9 ενδυσησθε ¦ ενδυσασθαι ꜱᴄʀ ᴡʜ ¦ ενδεδυσθαι ᴀɴᴛ * 6:11 οσοι αν μη δεξωνται ʙ28 ¦ οσοι εαν μη δεξωνται ʙ12 ᴀɴᴛ ᴘᴄᴋ ¦ ος αν τοπος μη δεξηται ᴄᴛ 6:11 αμην λεγω υμιν ανεκτοτερον εσται σοδομοις η γομορροις εν ημερα κρισεως η τη πολει εκεινη ¦ — ᴄᴛ 6:12 εκηρυσσον ¦ εκηρυξαν ᴄᴛ § 6:12 μετανοησωσι ¦ μετανοωσι ᴄᴛ * 6:14 ελεγεν 99% ¦ ελεγον ɴᴀ ꜱʙʟ ᴡʜ 0.7% 6:14 ιωαννης ¦ ιωανης ᴡʜ 6:14 εκ νεκρων ηγερθη 91.4% ¦ εκ νεκρων ανεστη ᴍꜱꜱ 5.7% ¦ εγηγερται εκ νεκρων ᴄᴛ 0.7% § 6:15 αλλοι ʙ26 ¦ αλλοι δε ʙ17 ᴄᴛ * 6:15 ηλιας ¦ ηλειας ᴡʜ 6:15 εστιν ¦ εστιν η ᴛʀ ¦ — ᴄᴛ 6:16 ο ʙ24 KX(65) ¦ — ʙ21 KX(86) ʜꜰ ʀᴘ § 6:16 ειπεν ¦ ελεγεν ᴄᴛ * 6:16 οτι ᴇᴄᴍ† ¦ — ᴄᴛ 6:16 ιωαννην ουτος εστιν αυτος 95.9% ¦ ιωαννην (ιωανην ᴡʜ) ουτος ɴᴀ ꜱʙʟ ᴛʜ 0.8% 6:16 εκ νεκρων ¦ — ᴄᴛ § 6:17 ιωαννην ¦ ιωανην ᴡʜ * 6:17 φυλακη 93.2% ¦ τη φυλακη ᴛʀ 5.3% 6:18 ιωαννης ¦ ιωανης ᴡʜ 6:20 ιωαννην ¦ ιωανην ᴡʜ § 6:20 ακουσας ¦ ακουων ᴘᴄᴋ * 6:20 εποιει 98.4% ¦ ηπορει ᴄᴛ 0.4% 6:21 εποιει ¦ εποιησε ᴄᴛ 6:21 χιλιαρχοις ¦ χειλιαρχοις ᴛʜ § 6:22 αυτης της 96.4% ¦ αυτου ɴᴀ ᴡʜ 0.4% * 6:22 και αρεσασης ¦ ηρεσε ɴᴀ ᴡʜ 6:22 ειπεν ο βασιλευς ¦ ο δε βασιλευς ειπε ɴᴀ ᴡʜ 6:23 οτι ο ᴇᴄᴍ† ¦ ο τι ɴᴀ ꜱʙʟ ᴡʜ § 6:24 η δε ¦ και ᴄᴛ * 6:24 αιτησομαι ¦ αιτησωμαι ᴄᴛ 6:24 ιωαννου ¦ ιωανου ᴡʜ 6:24 βαπτιστου ¦ βαπτιζοντος ᴄᴛ § 6:25 ευθεως ¦ ευθυς ᴄᴛ * 6:25 μοι δως εξαυτης ¦ εξαυτης δως μοι ᴄᴛ 6:25 ιωαννου ¦ ιωανου ᴡʜ 6:26 συνανακειμενους ᴇᴄᴍ† ¦ ανακειμενους ᴄᴛ § 6:26 αυτην αθετησαι ¦ αθετησαι αυτην ᴄᴛ * 6:27 ευθεως ¦ ευθυς ᴄᴛ 6:27 σπεκουλατορα ʙ26 ¦ σπεκουλατωρα ʙ18 ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 6:27 ενεχθηναι 98.6% ¦ ενεγκαι ᴄᴛ 0.4% § 6:28 ο δε 97% ¦ και ᴄᴛ 1.1% * 6:29 ηλθον ¦ ηλθαν ᴡʜ 6:30 και ¦ — ᴄᴛ 6:31 ειπεν ¦ λεγει ᴄᴛ § 6:31 αναπαυεσθε ᴇᴄᴍ† ¦ αναπαυσασθε ᴄᴛ * 6:31 ευκαιρουν ¦ ηυκαιρουν ᴛʀ 6:32 απηλθον ʙ20 ¦ απηλθεν ʙ23 6:32 εις ερημον τοπον τω πλοιω ¦ εις ερημον τοπον εν πλοιω ᴀɴᴛ ¦ εν τω πλοιω εις ερημον τοπον ɴᴀ ꜱʙʟ ᴡʜ § 6:33 ειδον ¦ ειδαν ᴡʜ * 6:33 υπαγοντας ¦ υπαγοντας οι οχλοι ᴛʀ 6:33 επεγνωσαν ¦ εγνωσαν ᴡʜ 6:33 αυτον ¦ αυτους ᴀɴᴛ ᴇᴄᴍ† ᴘᴄᴋ ¦ — ᴄᴛ § 6:33 και συνηλθον προς αυτον ¦ — ᴄᴛ * 6:34 ειδεν ο ιησους ¦ ο ιησους ειδε ᴀɴᴛ ¦ ειδε ᴄᴛ 6:34 αυτοις ᴇᴄᴍ† ¦ αυτους ᴄᴛ 6:35 λεγουσιν ¦ ελεγον ᴄᴛ § 6:36 αρτους τι γαρ φαγωσιν ουκ εχουσιν ¦ τι φαγωσιν ᴄᴛ * 6:37 δηναριων διακοσιων ¦ διακοσιων δηναριων ᴛʀ 6:37 δωμεν ᴇᴄᴍ† ¦ δωσομεν ᴄᴛ 6:38 αρτους εχετε 99.5% ¦ εχετε αρτους ᴇᴄᴍ† ꜱʙʟ ᴡʜ 0.5% § 6:38 και ¦ — ᴄᴛ * 6:39 ανακλιναι 88.9% ¦ ανακλιθηναι ᴡʜ 10.8% 6:40 ανεπεσον ¦ ανεπεσαν ᴄᴛ 6:40 ανα εκατον και ανα ¦ κατα εκατον και κατα ꜱʙʟ ᴛʜ ᴡʜ § 6:41 αυτου ¦ — ᴀɴᴛ ᴇᴄᴍ† ᴡʜ * 6:41 παραθωσιν ¦ παρατιθωσιν ɴᴀ ꜱʙʟ ᴡʜ 6:43 κλασματων ¦ κλασματα ɴᴀ ꜱʙʟ ᴡʜ 6:43 κοφινους πληρεις ¦ κοφινων πληρωματα ᴄᴛ § 6:44 πεντακισχιλιοι ¦ ωσει πεντακισχιλιοι ᴛʀ ¦ πεντακισχειλιοι ᴛʜ * 6:45 ευθεως ¦ ευθυς ᴄᴛ 6:45 βηθσαιδαν ʙ27 ¦ βηθσαιδα ʙ11 ꜱᴄʀ 6:45 απολυση ʙ21 ¦ απολυσει ʙ22 ᴘᴄᴋ ¦ απολυει ᴄᴛ § 6:48 ειδεν ¦ ιδων ᴀɴᴛ ᴄᴛ * 6:48 και ¦ — ᴄᴛ 6:49 περιπατουντα επι της θαλασσης ¦ επι της θαλασσης περιπατουντα ᴄᴛ 6:49 φαντασμα ειναι ¦ οτι φαντασμα εστι ᴄᴛ § 6:50 ειδον ¦ ειδαν ᴡʜ * 6:50 και ¦ ο δε ᴄᴛ 6:50 ευθεως ¦ ευθυς ᴄᴛ 6:51 προς αυτους εις το πλοιον ¦ εις το πλοιον προς αυτους ᴀɴᴛ § 6:51 εκ περισσου 93.3% ¦ — ᴇᴄᴍ† ᴛʜ ᴡʜ 0.5% * 6:51 και εθαυμαζον ᴇᴄᴍ† 97.6% ¦ — ᴄᴛ 1.2% 6:52 ην γαρ ¦ αλλ ην ᴀɴᴛ ᴄᴛ 6:52 αυτων η καρδια ¦ η καρδια αυτων ᴛʀ § 6:53 ηλθον επι την γην ¦ απηλθον επι την γην ᴀɴᴛ ¦ επι την γην ηλθον εις ᴄᴛ * 6:53 γεννησαρετ ʙ23 ¦ γεννησαρεθ ʙ12 ¦ γενησαρετ ʙ9 ᴘᴄᴋ ꜱᴛ 6:54 ευθεως ¦ ευθυς ᴄᴛ 6:55 περιδραμοντες ¦ περιεδραμον ᴀɴᴛ ᴄᴛ § 6:55 περιχωρον ¦ χωραν ᴄᴛ * 6:55 ηρξαντο ¦ και ηρξαντο ᴀɴᴛ ᴄᴛ 6:55 κραβαττοις ʙ24 ¦ κραββατοις ʙ19 ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 6:55 εκει 94.9% ¦ — ᴄᴛ 1.3% § 6:56 πολεις η ¦ εις πολεις η εις ᴄᴛ * 6:56 ετιθουν ¦ ετιθεσαν ᴀɴᴛ ᴄᴛ 6:56 ηπτοντο ¦ ηψαντο ᴄᴛ