3
Wives and Husbands
1 Ὁμοίως, *αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα †καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου ‡κερδηθήσονται 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· 3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, 4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ §πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. 5 οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι *ἐπὶ †τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6 ὡς Σάρρα ‡ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς §ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 Οἱ ἄνδρες, ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ *συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ †ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Suffering for Righteousness’ Sake
8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ‡φιλόφρονες, 9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, §εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
 
10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν
καὶ *ἰδεῖν ἡμέρας ἀγαθάς
παυσάτω τὴν γλῶσσαν †αὐτοῦ ἀπὸ κακοῦ
καὶ χείλη ‡αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον,
11 §ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω *ἀγαθόν,
ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12 ὅτι †ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
 
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ‡μιμηταὶ γένησθε; 14 ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 Κύριον δὲ τὸν §Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ἕτοιμοι *δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος †μετὰ πραΰτητος καὶ φόβου, 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ‡καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν §τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ *θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 Ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν †ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ‡ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ §πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασί ποτε, ὅτε *ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν †ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος· 21 ‡ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα—οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν—δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ §τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
* 3:1 αι ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ † 3:1 και ¦ — ᴡʜ ‡ 3:1 κερδηθησονται ¦ κερδηθησωνται ᴛʀ § 3:4 πραεος και ησυχιου ¦ πραεως και ησυχιου ɴᴀ ꜱʙʟ ᴛʜ ¦ ησυχιου και πραεως ᴡʜ * 3:5 επι ¦ εις ᴄᴛ † 3:5 τον ¦ — ᴄᴛ ʜꜰ ʀᴘ ‡ 3:6 υπηκουσε ¦ υπηκουε ᴡʜ § 3:6 εγενηθητε ¦ εγεννηθητε * 3:7 συγκληρονομοι ¦ συγκληρονομοις ɴᴀ ꜱʙʟ ¦ συνκληρονομοις ᴛʜ ¦ συνκληρονομοι ᴡʜ † 3:7 εγκοπτεσθαι ¦ εκκοπτεσθαι ᴛʀ ‡ 3:8 φιλοφρονες 71.8% ¦ ταπεινοφρονες ᴄᴛ 22.7% § 3:9 ειδοτες 84.9% ¦ — ᴄᴛ 9% * 3:10 ιδειν ημερας ¦ ημερας ιδειν ᴘᴄᴋ † 3:10 αυτου ¦ — ᴄᴛ ‡ 3:10 αυτου ¦ — ᴄᴛ § 3:11 εκκλινατω ¦ εκκλινατω δε ᴄᴛ * 3:11 αγαθον ζητησατω ¦ — ꜱᴛ* † 3:12 οφθαλμοι ¦ οι οφθαλμοι ᴛʀ ‡ 3:13 μιμηται ¦ ζηλωται ᴄᴛ § 3:15 θεον ¦ χριστον ᴄᴛ * 3:15 δε ¦ — ᴄᴛ † 3:15 μετα ¦ αλλα μετα ᴄᴛ ‡ 3:16 καταλαλωσιν υμων ως κακοποιων 46% ¦ καταλαλουσιν υμων ως κακοποιων ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ 43.1% ¦ καταλαλεισθε ᴄᴛ 5% § 3:16 την αγαθην εν χριστω αναστροφην ¦ τη αγαθη εν χριστω αναστροφη ᴘᴄᴋ * 3:17 θελοι ¦ θελει ᴛʀ † 3:18 επαθε ¦ απεθανε ᴡʜ ‡ 3:18 ημας ¦ υμας ᴄᴛ ʜꜰ ʀᴘ § 3:18 πνευματι ¦ τω πνευματι ᴛʀ * 3:20 απεξεδεχετο ¦ απαξ εξεδεχετο ᴛʀ † 3:20 ολιγαι ¦ ολιγοι ᴄᴛ ‡ 3:21 ο αντιτυπον νυν και ημας ¦ ω και ημας αντιτυπον νυν ᴇʟᴢ ꜱᴄʀ ¦ ο και ημας αντιτυπον νυν ꜱᴛ ¦ ο και υμας αντιτυπον νυν ᴄᴛ § 3:22 του ¦ — ꜱʙʟ ᴡʜ