4
Good Stewards of God's Grace
Χριστοῦ οὖν παθόντος *ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι §Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ *ἡμῖν παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις §εἰδωλολατρίαις· ἐν ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως *ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι.
Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι §ἀγάπη *καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· 10 ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. 11 εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ὡς χορηγεῖ Θεός, ἵνα ἐν πᾶσι δοξάζηται § Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ἐστιν δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας *τῶν αἰώνων· ἀμήν.
Suffering as a Christian
12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφὑμᾶς ἀναπαύεται· §κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς κλέπτης κακοποιὸς ὡς *ἀλλοτριοεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ. 17 ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ; 18 καὶ
 
εἰ δίκαιος μόλις σῴζεται,
ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
 
19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ §ὡς πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς *αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
* 4:1 υπερ ημων 83% ¦ υπερ υμων ᴍꜱꜱ 6.3% ¦ — ᴄᴛ 2.8% 4:1 εν ʙ26 ¦ — ʙ23 ᴄᴛ ᴘᴄᴋ 4:1 αμαρτιας ¦ αμαρτιαις ᴡʜ § 4:2 θεου ¦ του θεου ᴘᴄᴋ * 4:3 ημιν ʙ107 47% ¦ υμιν ʙ42 ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ 41.5% ¦ — ᴄᴛ 11.2% 4:3 του βιου το θελημα ¦ το θελημα ᴘᴄᴋ ¦ το βουλημα ᴄᴛ 4:3 κατεργασασθαι ¦ κατειργασθαι ᴄᴛ § 4:3 ειδωλολατριαις ʙ28 ¦ ειδωλολατρειαις ʙ17 ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʜ ᴛʀ * 4:5 εχοντι κριναι ¦ κρινοντι ᴡʜ 4:7 τας ¦ — ᴄᴛ 4:8 δε ¦ — ᴄᴛ § 4:8 αγαπη ¦ η αγαπη ᴀɴᴛ ᴘᴄᴋ ꜱᴄʀ * 4:8 καλυψει ¦ καλυπτει ᴄᴛ ᴘᴄᴋ 4:9 γογγυσμων ¦ γογγυσμου ᴄᴛ 4:11 ως ¦ ης ᴄᴛ ᴛʀ § 4:11 ο ¦ — ᴘᴄᴋ * 4:11 των αιωνων ¦ — ᴇᴄᴍ† ᴘᴄᴋ 4:14 και το 71.5% ¦ και δυναμεως και το ᴀɴᴛ 15.7% ¦ και δυναμεως ᴍꜱꜱ 6.6% 4:14 αναπαυεται ¦ αναπεπαυται ᴘᴄᴋ § 4:14 κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται ¦ — ᴄᴛ * 4:15 αλλοτριοεπισκοπος ¦ αλλοτριεπισκοπος ᴄᴛ 4:16 μερει ¦ ονοματι ꜱʙʟ ᴛʜ ᴡʜ 4:18 ο ¦ ο δε ᴡʜ § 4:19 ως ¦ — ᴄᴛ * 4:19 αυτων ¦ εαυτων ᴛʀ ¦ — ᴡʜ