5
Exhortation to the Elders and the Flock
1 Πρεσβυτέρους *τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ †συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ‡ἐπισκοποῦντες μὴ ἀναγκαστῶς §ἀλλ᾽ *ἑκουσίως, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3 †μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ‡ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. 6 ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7 πᾶσαν τὴν μέριμναν ὑμῶν §ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει *περὶ ὑμῶν. 8 νήψατε, †γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος ‡περιπατεῖ ζητῶν §τινα καταπιεῖν· 9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν *κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας †ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ‡Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς §καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. 11 αὐτῷ *ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας †τῶν αἰώνων· ἀμήν.
Final Greetings
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ‡ἑστήκατε. 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ §Ἰησοῦ.
*Ἀμήν.
* 5:1 τους ¦ ουν ꜱʙʟ ᴡʜ ¦ ουν τους ᴛʜ † 5:1 συμπρεσβυτερος ¦ συνπρεσβυτερος ᴛʜ ᴡʜ ‡ 5:2 επισκοπουντες 95% ¦ — ᴡʜ 0.8% § 5:2 αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ * 5:2 εκουσιως ¦ εκουσιως κατα θεον ɴᴀ ꜱʙʟ ᴛʜ † 5:3 μηδε ¦ μηδ ᴀɴᴛ ᴄᴛ ᴛʀ ‡ 5:5 υποτασσομενοι 90.6% ¦ — ᴄᴛ 3.5% § 5:7 επιρριψαντες ¦ επιριψαντες ᴄᴛ * 5:7 περι ¦ υπερ ᴘᴄᴋ † 5:8 γρηγορησατε ¦ γρηγορησατε οτι ᴘᴄᴋ ᴛʀ ‡ 5:8 περιπατει ¦ περιερχεται ᴘᴄᴋ § 5:8 τινα καταπιειν ¦ τινα καταπιη ᴀɴᴛ ʜꜰ ʀᴘ ᴛʀ ¦ καταπιειν ᴡʜ * 5:9 κοσμω ¦ τω κοσμω ꜱʙʟ ᴡʜ † 5:10 υμας ¦ ημας ᴛʀ ‡ 5:10 ιησου ¦ — ᴄᴛ § 5:10 καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι ᴘᴄᴋ ᴛʀ ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ᴀɴᴛ ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ɴᴀ ꜱʙʟ ᴛʜ ¦ καταρτισει στηριξει σθενωσει ᴡʜ * 5:11 η δοξα και το κρατος 60% ¦ η δοξα κρατος ᴍꜱꜱ 29.3% ¦ το κρατος και η δοξα ᴍꜱꜱ 6.8% ¦ το κρατος ᴄᴛ 0.6% † 5:11 των αιωνων ¦ — ɴᴀ ᴡʜ ‡ 5:12 εστηκατε ¦ στητε ᴄᴛ § 5:14 ιησου ¦ — ᴄᴛ * 5:14 αμην ¦ — ᴄᴛ