22
The River of Life and the Tree of Life
Καὶ ἔδειξέ μοι *ποταμὸν καθαρὸν ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς. καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ §μῆνα *ἀποδιδοὺς ἕκαστον τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ §λατρεύσουσιν αὐτῷ καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ νὺξ οὐκ *ἔσται, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος Θεὸς §φωτιεῖ *αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
I Am Coming Quickly
Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ Κύριος Θεὸς τῶν §πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ *δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει.
Καὶ ἰδού, ἔρχομαι ταχύ. μακάριος τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Κἀγὼ Ἰωάννης §ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ *ὅτε εἶδον, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός §σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν *καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, καιρὸς γὰρ ἐγγύς ἐστιν. 11  ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ δίκαιος §δικαιοσύνην ποιησάτω ἔτι, καὶ ἅγιος ἁγιασθήτω ἔτι.
12 *Ἰδού, ἔρχομαι ταχύ, καὶ μισθός μου μετἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ. 13 ἐγὼ τὸ §Ἄλφα καὶ τὸ , * πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τὸ τέλος.
14 Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ §πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ῥίζα καὶ τὸ *γένος Δαυίδ, ἀστὴρ §λαμπρὸς πρωϊνός.
17 Καὶ τὸ Πνεῦμα καὶ νύμφη λέγουσιν, *Ἔρχου. καὶ ἀκούων εἰπάτω, Ἔρχου. καὶ διψῶν ἐρχέσθω· § θέλων *λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις §ἐπιθῇ ἐπαὐτά, *ἐπιθήσαι Θεὸς ἐπαὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν §τῷ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις *ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφέλοι Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ §τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, *τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 Λέγει μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. ἀμήν. ναί, ἔρχου, Κύριε §Ἰησοῦ.
21  χάρις τοῦ Κυρίου *Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων.
Ἀμήν.
* 22:1 ποταμον καθαρον 𝔐A,C [52%] ¦ ποταμον 𝔐K ᴀɴᴛ ᴄᴛ ʜꜰ [44.5%] ¦ καθαρον ποταμον ᴛʀ [2%] 22:1 κρυσταλλον 𝔐A(25),C(10),K [68.8%] ¦ κρυσταλον 𝔐A(15),C(15) ᴘᴄᴋ [31.2%] {Note: ᴇᴄᴍ does not collate spelling differences for this variant unit. Consequently, this spelling difference is calculated only from Hoskier's collation.} 22:2 εκειθεν 𝔐K [48.5%] ¦ εντευθεν 𝔐A,C ᴘᴄᴋ ᴛʀ [46.5%] § 22:2 μηνα 𝔐A(15),C,K [80.9%] ¦ μηνα ενα 𝔐A(26) ᴛʀ [19.1%] * 22:2 αποδιδους εκαστον 𝔐K(30) [21.1%] ¦ εκαστον αποδιδους 𝔐A(17),C ᴘᴄᴋ ʀᴘ ᴛʜ [26.1%] ¦ εκαστον αποδιδουν 𝔐A(22) ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʀ ᴡʜ [26.1%] ¦ αποδιδους εκαστος 𝔐K(23) [15.1%] ¦ αποδιδουν εκαστον ᴍꜱꜱ [5%] 22:3 καταθεμα 𝔐A,C,K [97%] ¦ καταναθεμα ᴛʀ [1%] 22:3 ετι 𝔐K [48%] ¦ εκει 𝔐A,C ᴘᴄᴋ [50.5%] § 22:3 λατρευσουσιν 𝔐A,C,K(44) [71.9%] ¦ λατρευουσιν 𝔐K(29) ʜꜰ [27.1%] * 22:5 εσται 𝔐K [29.9%] ¦ εσται εκει 𝔐A,C ᴘᴄᴋ ʀᴘ ᴛʀ [52.3%] ¦ εσται ετι ᴀɴᴛ ᴄᴛ [11.2%] 22:5 ου χρεια 𝔐K [33%] ¦ χρειαν ουκ εχουσι 𝔐A,C ᴇᴄᴍ† ᴘᴄᴋ ʀᴘ ᴛʀ [53.8%] ¦ ουκ εχουσι χρειαν ꜱʙʟ ᴛʜ ᴡʜ [2.5%] ¦ ουκ εξουσι χρειαν ɴᴀ [2.5%] {Note: At 8-28, ᴇᴄᴍ incorrectly omits και after εσται for readings c through g.} 22:5 λυχνου και φωτος 𝔐K [33.3%] ¦ λυχνου και φωτος ηλιου 𝔐A,C ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [34.3%] ¦ φωτος λυχνου και φωτος ηλιου ɴᴀ ᴛʜ [8.6%] ¦ λυχνου και φως ηλιου ᴇᴄᴍ† [8.6%] ¦ φως λυχνου και φως ηλιου ᴍꜱꜱ [5.1%] ¦ φωτος λυχνου και φως ηλιου ꜱʙʟ ᴡʜ [2%] § 22:5 φωτιει 𝔐A,C,K [73.5%] ¦ φωτιζει ᴛʀ [17%] ¦ φωτισει ꜱʙʟ ᴛʜ ᴡʜ [9.5%] * 22:5 αυτους 𝔐A,C,K [89.4%] ¦ επ αυτους ꜱʙʟ ᴛʜ ᴡʜ [10.6%] 22:6 λεγει 𝔐K [53.3%] ¦ ειπε 𝔐A,C ᴄᴛ ᴛʀ [46.7%] 22:6 κυριος 𝔐A,C,K ᴇᴄᴍ† [90.9%] ¦ ο κυριος ᴄᴛ [8.6%] § 22:6 πνευματων των 𝔐C,K [62.3%] ¦ αγιων 𝔐A ᴛʀ [25.6%] ¦ πνευματων των αγιων ᴍꜱꜱ [7%] * 22:6 δειξαι τοις δουλοις αυτου 𝔐A,C [64.8%] ¦ διδαξαι τους δουλους αυτου ᴍꜱꜱ [5.5%] ¦ — 𝔐K [22.6%] 22:7 και 𝔐K [51.8%] ¦ — 𝔐A,C ᴘᴄᴋ ᴛʀ [48.2%] 22:8 καγω 𝔐C,K [59.9%] ¦ και εγω 𝔐A ᴛʀ [37.1%] § 22:8 ακουων και βλεπων ταυτα 𝔐C,K [54.8%] ¦ βλεπων και ακουων ταυτα 𝔐A [35.5%] ¦ βλεπων ταυτα και ακουων ᴛʀ [2.5%] * 22:8 οτε ειδον 𝔐K [26.8%] ¦ εβλεψα 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [50.5%] ¦ ειδον ᴍꜱꜱ [10.1%] 22:8 επεσον 𝔐A(22),C,K [78.3%] ¦ επεσα 𝔐A(20) ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ [21.7%] 22:8 δεικνυοντος 𝔐A,K(36) [53.3%] ¦ δεικνυντος 𝔐C,K(32) ʜꜰ ᴘᴄᴋ [45.6%] {Note: ᴇᴄᴍ does not collate spelling differences for this variant unit. Consequently, this spelling difference is calculated only from Hoskier's collation.} § 22:9 σου 𝔐A,C,K [98%] ¦ σου γαρ ᴛʀ [2%] * 22:9 και 𝔐A(21),K [61.9%] ¦ — 𝔐A(21),C ᴘᴄᴋ [38.1%] 22:10 ο καιρος γαρ 𝔐K [48.2%] ¦ οτι ο καιρος 𝔐A,C ᴘᴄᴋ ᴛʀ [36%] ¦ ο γαρ καιρος ᴍꜱꜱ [8.6%] 22:11 ρυπαρος ρυπαρευθητω 𝔐A,C,K [79.2%] ¦ ρυπαρος ρυπανθητω ᴛʜ ᴡʜ [5.1%] ¦ ρυπων ρυπωσατω ᴛʀ [2%] ¦ {omit και ο ρυπαρος ρυπαρευθητω ετι} ᴍꜱꜱ [11.2%] § 22:11 δικαιοσυνην ποιησατω 𝔐A,C,K [82.7%] ¦ δικαιωθητω ᴛʀ [9.1%] ¦ {omit και ο δικαιος δικαιοσυνην ποιησατω ετι} ᴍꜱꜱ [5.6%] * 22:12 ιδου 𝔐A(21),C,K [87.4%] ¦ και ιδου 𝔐A(21) ᴛʀ [12.6%] 22:12 ως το εργον εσται αυτου 𝔐C,K [52%] ¦ ως το εργον αυτου εσται 𝔐A ᴛʀ [31.1%] ¦ κατα τα εργα αυτου ᴍꜱꜱ [5.1%] ¦ ως το εργον εστιν αυτου ꜱʙʟ ᴛʜ ᴡʜ [1.5%] 22:13 εγω 𝔐A,C,K [93.4%] ¦ εγω ειμι ᴛʀ [5.6%] § 22:13 αλφα 𝔐C,K [60.9%] ¦ α 𝔐A ᴀɴᴛ ᴛʀ [39.1%] * 22:13 ο πρωτος και ο εσχατος η αρχη και το τελος 𝔐K [48.5%] ¦ αρχη και τελος ο πρωτος και ο εσχατος 𝔐A,C ᴘᴄᴋ ᴛʀ [40%] ¦ ο πρωτος και ο εσχατος αρχη και τελος ᴀɴᴛ [1%] 22:14 ποιουντες τας εντολας αυτου 𝔐A,C,K [88.3%] ¦ πλυνοντες τας στολας αυτων ᴄᴛ [6.6%] 22:15 εξω 𝔐A,C,K [97.4%] ¦ εξω δε ᴛʀ [2%] § 22:15 πας 𝔐C,K [55.4%] ¦ πας ο 𝔐A ᴀɴᴛ ʜꜰ ᴛʀ [43.1%] * 22:16 γενος 𝔐A,C,K [95.9%] ¦ γενος του ᴛʀ [1.5%] 22:16 δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴡʜ {Note: Most manuscripts use the abbreviation ΔΑΔ or δαδ.} 22:16 ο 𝔐C,K [68.9%] ¦ και ο 𝔐A [27%] § 22:16 λαμπρος ο πρωινος 𝔐A,C,K [75%] ¦ πρωινος ο λαμπρος ᴍꜱꜱ [10.2%] ¦ λαμπρος και πρωινος ᴍꜱꜱ [6.6%] ¦ λαμπρος και ορθρινος ᴛʀ [1.5%] * 22:17 ερχου 𝔐A,C,K [94.8%] ¦ ελθε ᴛʀ [1.5%] 22:17 ερχου 𝔐A,C,K [97.9%] ¦ ελθε ᴛʀ [1.5%] 22:17 ερχεσθω 𝔐A,C,K [97.4%] ¦ ελθετω ᴛʀ [1.5%] § 22:17 ο 𝔐A,C,K [95.9%] ¦ και ο ᴀɴᴛ ᴛʀ [3.1%] * 22:17 λαβετω 𝔐A,C,K [88.7%] ¦ λαβειν ᴍꜱꜱ [6.2%] ¦ λαμβανετω το ᴛʀ [1.5%] 22:18 μαρτυρω εγω 𝔐A,C,K [87.2%] ¦ μαρτυρομαι εγω ᴍꜱꜱ [8.7%] ¦ συμμαρτυρουμαι γαρ ᴛʀ [1%] 22:18 τω 𝔐A(17),K [67.7%] ¦ — 𝔐A(24),C ᴘᴄᴋ ᴛʀ [32.3%] § 22:18 επιθη επ αυτα 𝔐A,C,K [80.9%] ¦ επιθησει επ αυτα ᴍꜱꜱ [6.7%] ¦ επιτιθη προς ταυτα ᴛʀ [1%] ¦ επιθη επι ταυτα ᴀɴᴛ [0.5%] * 22:18 επιθησαι 𝔐C,K [50%] ¦ επιθησει 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [40.7%] 22:18 ο θεος επ αυτον 𝔐K [44.6%] ¦ επ αυτον ο θεος 𝔐A,C ᴘᴄᴋ ᴛʜ [40%] ¦ επ αυτω ο θεος ᴍꜱꜱ [6.2%] 22:18 πληγας 𝔐K [54.4%] ¦ επτα πληγας 𝔐A,C ᴘᴄᴋ [41.5%] § 22:18 τω 𝔐A,C,K [97.9%] ¦ — ᴛʀ [1%] * 22:19 αφελη 𝔐A,C,K [86%] ¦ αφελει ᴍꜱꜱ [5.7%] ¦ αφεληται ᴍꜱꜱ [5.2%] ¦ αφαιρη ᴛʀ [1%] 22:19 του βιβλιου της προφητειας ταυτης 𝔐A(21),C,K [80.5%] ¦ της προφετειας του βιβλιου τουτου 𝔐A(18) [14.4%] ¦ βιβλου της προφητειας ταυτης ᴛʀ [1.5%] 22:19 αφελοι 𝔐C,K [43.3%] ¦ αφελει 𝔐A ᴀɴᴛ ᴄᴛ [44.3%] ¦ αφελαι ᴍꜱꜱ [7.7%] ¦ αφαιρησει ᴛʀ [1%] § 22:19 του ξυλου 𝔐A,C,K [97.9%] ¦ βιβλου ᴛʀ [1%] * 22:19 των 𝔐A,C,K [98.5%] ¦ και των ᴛʀ [1%] 22:19 τω 𝔐A,C,K [99%] ¦ — ᴛʀ [1%] 22:20 ναι 𝔐A(17),C,K [65.6%] ¦ — 𝔐A(25) ᴄᴛ [30.8%] § 22:20 ιησου 𝔐C,K [60.5%] ¦ ιησου χριστε 𝔐A [39.5%] * 22:21 ιησου χριστου 𝔐A,C,K ᴇᴄᴍ† [71.5%] ¦ ιησου ɴᴀ ꜱʙʟ ᴛʜ [11.9%] ¦ ημων ιησου χριστου ᴛʀ [10.4%] 22:21 παντων των αγιων 𝔐A,C,K [93.3%] ¦ παντων υμων ᴛʀ [0.5%] ¦ παντων ꜱʙʟ [0.5%] ¦ των αγιων ᴛʜ ᴡʜ [0.5%] 22:21 αμην 𝔐A(25),C,K [88.6%] ¦ — 𝔐A(17) ꜱʙʟ ᴡʜ [10.9%]