52
 1 Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ συνέσεως τῷ Δαυίδ.  
  2 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός· διέφθειραν, καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις· οὐκ ἔστι ποιῶν ἀγαθόν.   3 Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιῶν, ἢ ἐκζητῶν τὸν Θεόν.   4 Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.   
 5 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.   6 Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος· ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.   7 Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἀποστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.