53
 1 Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ,   2 ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν;  
  3 Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.   4 Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.   5 Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· διάψαλμα.   
 6 Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.   7 Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.   8 Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε, ὅτι ἀγαθόν.   9 Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.